Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 16

καὶ διαγενομένου του̃ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ του̃ ’Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθου̃σαι ἀλείψωσιν αὐτόν
καὶ λίαν πρωΐ τη̨̃ μια̨̃ τω̃ν σαββάτων ἔρχονται ἐπὶ τò μνημει̃ον ἀνατείλαντος του̃ ἡλίου
καὶ ἔλεγον πρòς ἑαυτάς τίς ἀποκυλίσει ἡμι̃ν τòν λίθον ἐκ τη̃ς θύρας του̃ μνημείου
καὶ ἀναβλέψασαι θεωρου̃σιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἠ̃ν γὰρ μέγας σφόδρα
καὶ εἰσελθου̃σαι εἰς τò μνημει̃ον εἰ̃δον νεανίσκον καθήμενον ἐν τοι̃ς δεξιοι̃ς περιβεβλημένον στολὴν λευκήν καὶ ἐξεθαμβήθησαν
ὁ δὲ λέγει αὐται̃ς μὴ ἐκθαμβει̃σθε ’Ιησου̃ν ζητει̃τε τòν Ναζαρηνòν τòν ἐσταυρωμένον ἠγέρθη οὐκ ἔστιν ὡ̃δε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν
ἀλλὰ ὑπάγετε εἴπατε τοι̃ς μαθηται̃ς αὐτου̃ καὶ τω̨̃ Πέτρω̨ ὅτι προάγει ὑμα̃ς εἰς τὴν Γαλιλαίαν ἐκει̃ αὐτòν ὄψεσθε καθὼς εἰ̃πεν ὑμι̃ν
καὶ ἐξελθου̃σαι ἔφυγον ἀπò του̃ μνημείου εἰ̃χεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις καὶ οὐδενὶ οὐδὲν εἰ̃παν ἐφοβου̃ντο γάρ
ἀναστὰς δὲ πρωΐ πρώτη̨ σαββάτου ἐφάνη πρω̃τον Μαρία̨ τη̨̃ Μαγδαληνη̨̃ παρ' ἡ̃ς ἐκβεβλήκει ἑπτὰ δαιμόνια
10 ἐκείνη πορευθει̃σα ἀπήγγειλεν τοι̃ς μετ' αὐτου̃ γενομένοις πενθου̃σι καὶ κλαίουσιν
11 κἀκει̃νοι ἀκούσαντες ὅτι ζη̨̃ καὶ ἐθεάθη ὑπ' αὐτη̃ς ἠπίστησαν
12 μετὰ δὲ ταυ̃τα δυσὶν ἐξ αὐτω̃ν περιπατου̃σιν ἐφανερώθη ἐν ἑτέρα̨ μορφη̨̃ πορευομένοις εἰς ἀγρόν
13 κἀκει̃νοι ἀπελθόντες ἀπήγγειλαν τοι̃ς λοιποι̃ς οὐδὲ ἐκείνοις ἐπίστευσαν
14 ὕστερον δὲ ἀνακειμένοις αὐτοι̃ς τοι̃ς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτω̃ν καὶ σκληροκαρδίαν ὅτι τοι̃ς θεασαμένοις αὐτòν ἐγηγερμένον οὐκ ἐπίστευσαν
15 καὶ εἰ̃πεν αὐτοι̃ς πορευθέντες εἰς τòν κόσμον ἅπαντα κηρύξατε τò εὐαγγέλιον πάση̨ τη̨̃ κτίσει
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται ὁ δὲ ἀπιστήσας κατακριθήσεται
17 σημει̃α δὲ τοι̃ς πιστεύσασιν ταυ̃τα παρακολουθήσει ἐν τω̨̃ ὀνόματί μου δαιμόνια ἐκβαλου̃σιν γλώσσαις λαλήσουσιν καιναι̃ς
18 καὶ ἐν ται̃ς χερσὶν ὄφεις ἀρου̃σιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψη̨ ἐπὶ ἀρρώστους χει̃ρας ἐπιθήσουσιν καὶ καλω̃ς ἕξουσιν
19 ὁ μὲν οὐ̃ν κύριος ’Ιησου̃ς μετὰ τò λαλη̃σαι αὐτοι̃ς ἀνελήμφθη εἰς τòν οὐρανòν καὶ ἐκάθισεν ἐκ δεξιω̃ν του̃ θεου̃
20 ἐκει̃νοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχου̃ του̃ κυρίου συνεργου̃ντος καὶ τòν λόγον βεβαιου̃ντος διὰ τω̃ν ἐπακολουθούντων σημείων
21 πάντα δὲ τὰ παρηγγελμένα τοι̃ς περὶ τòν Πέτρον συντόμως ἐξήγγειλαν μετὰ δὲ ταυ̃τα καὶ αὐτòς ὁ ’Ιησου̃ς ἀπò ἀνατολη̃ς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι' αὐτω̃ν τò ἱερòν καὶ ἄφθαρτον κήρυγμα τη̃ς αἰωνίου σωτηρίας ἀμήν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).