ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 7,
στἰχοι 1-8, 10
1 καὶ συνάγονται πρòς αὐτòν οἱ Φαρισαι̃οι καί τινες τω̃ν γραμματέων ἐλθόντες ἀπò ‘Ιεροσολύμων |
2 καὶ ἰδόντες τινὰς τω̃ν μαθητω̃ν αὐτου̃ ὅτι κοιναι̃ς χερσίν του̃τ' ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους |
3 οἱ γὰρ Φαρισαι̃οι καὶ πάντες οἱ ’Ιουδαι̃οι ἐὰν μὴ πυγμη̨̃ νίψωνται τὰς χει̃ρας οὐκ ἐσθίουσιν κρατου̃ντες τὴν παράδοσιν τω̃ν πρεσβυτέρων |
4 καὶ ἀπ' ἀγορα̃ς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατει̃ν βαπτισμοὺς ποτηρίων καὶ ξεστω̃ν καὶ χαλκίων καὶ κλινω̃ν |
5 καὶ ἐπερωτω̃σιν αὐτòν οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς διὰ τί οὐ περιπατου̃σιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τω̃ν πρεσβυτέρων ἀλλὰ κοιναι̃ς χερσὶν ἐσθίουσιν τòν ἄρτον |
6 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς καλω̃ς ἐπροφήτευσεν ’Ησαΐας περὶ ὑμω̃ν τω̃ν ὑποκριτω̃ν ὡς γέγραπται ὅτι οὑ̃τος ὁ λαòς τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃ |
7 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων |
8 ἀφέντες τὴν ἐντολὴν του̃ θεου̃ κρατει̃τε τὴν παράδοσιν τω̃ν ἀνθρώπων ... |
10 Μωϋση̃ς γὰρ εἰ̃πεν τίμα τòν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.