ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 9,
στἰχοι 33-40
33 καὶ ἠ̃λθον εἰς Καφαρναούμ καὶ ἐν τη̨̃ οἰκία̨ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τη̨̃ ὁδω̨̃ διελογίζεσθε |
34 οἱ δὲ ἐσιώπων πρòς ἀλλήλους γὰρ διελέχθησαν ἐν τη̨̃ ὁδω̨̃ τίς μείζων |
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοι̃ς εἴ τις θέλει πρω̃τος εἰ̃ναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος |
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν καὶ ἐναγκαλισάμενος αὐτò εἰ̃πεν αὐτοι̃ς |
37 ὃς ἂν ἓν τω̃ν τοιούτων παιδίων δέξηται ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τòν ἀποστείλαντά με |
38 ἔφη αὐτω̨̃ ὁ ’Ιωάννης διδάσκαλε εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμι̃ν |
39 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογη̃σαί με |
40 ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμω̃ν ὑπὲρ ἡμω̃ν ἐστιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.