Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 11

καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς διατάσσων τοι̃ς δώδεκα μαθηται̃ς αὐτου̃ μετέβη ἐκει̃θεν του̃ διδάσκειν καὶ κηρύσσειν ἐν ται̃ς πόλεσιν αὐτω̃ν
ὁ δὲ ’Ιωάννης ἀκούσας ἐν τω̨̃ δεσμωτηρίω̨ τὰ ἔργα του̃ Χριστου̃ πέμψας διὰ τω̃ν μαθητω̃ν αὐτου̃
εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκω̃μεν
καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πορευθέντες ἀπαγγείλατε ’Ιωάννη̨ ἃ ἀκούετε καὶ βλέπετε
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατου̃σιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθη̨̃ ἐν ἐμοί
τούτων δὲ πορευομένων ἤρξατο ὁ ’Ιησου̃ς λέγειν τοι̃ς ὄχλοις περὶ ’Ιωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπò ἀνέμου σαλευόμενον
ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν ἄνθρωπον ἐν μαλακοι̃ς ἠμφιεσμένον ἰδοὺ οἱ τὰ μαλακὰ φορου̃ντες ἐν τοι̃ς οἴκοις τω̃ν βασιλέων εἰσίν
ἀλλὰ τί ἐξήλθατε ἰδει̃ν προφήτην ναί λέγω ὑμι̃ν καὶ περισσότερον προφήτου
10 οὑ̃τός ἐστιν περὶ οὑ̃ γέγραπται ἰδοὺ ἐγὼ ἀποστέλλω τòν ἄγγελόν μου πρò προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
11 ἀμὴν λέγω ὑμι̃ν οὐκ ἐγήγερται ἐν γεννητοι̃ς γυναικω̃ν μείζων ’Ιωάννου του̃ βαπτιστου̃ ὁ δὲ μικρότερος ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν μείζων αὐτου̃ ἐστιν
12 ἀπò δὲ τω̃ν ἡμερω̃ν ’Ιωάννου του̃ βαπτιστου̃ ἕως ἄρτι ἡ βασιλεία τω̃ν οὐρανω̃ν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
13 πάντες γὰρ οἱ προφη̃ται καὶ ὁ νόμος ἕως ’Ιωάννου ἐπροφήτευσαν
14 καὶ εἰ θέλετε δέξασθαι αὐτός ἐστιν ’Ηλίας ὁ μέλλων ἔρχεσθαι
15 ὁ ἔχων ὠ̃τα ἀκουέτω
16 τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ται̃ς ἀγοραι̃ς ἃ προσφωνου̃ντα τοι̃ς ἑτέροις
17 λέγουσιν ηὐλήσαμεν ὑμι̃ν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε
18 ἠ̃λθεν γὰρ ’Ιωάννης μήτε ἐσθίων μήτε πίνων καὶ λέγουσιν δαιμόνιον ἔχει
19 ἠ̃λθεν ὁ υἱòς του̃ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνω̃ν φίλος καὶ ἁμαρτωλω̃ν καὶ ἐδικαιώθη ἡ σοφία ἀπò τω̃ν ἔργων αὐτη̃ς
20 τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἱ̃ς ἐγένοντο αἱ πλει̃σται δυνάμεις αὐτου̃ ὅτι οὐ μετενόησαν
21 οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρω̨ καὶ Σιδω̃νι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμι̃ν πάλαι ἂν ἐν σάκκω̨ καὶ σποδω̨̃ μετενόησαν
22 πλὴν λέγω ὑμι̃ν Τύρω̨ καὶ Σιδω̃νι ἀνεκτότερον ἔσται ἐν ἡμέρα̨ κρίσεως ἢ ὑμι̃ν
23 καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανου̃ ὑψωθήση̨ ἕως ἅ̨δου καταβήση̨ ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ἔμεινεν ἂν μέχρι τη̃ς σήμερον
24 πλὴν λέγω ὑμι̃ν ὅτι γη̨̃ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρα̨ κρίσεως ἢ σοί
25 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν ἐξομολογου̃μαί σοι πάτερ κύριε του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς ὅτι ἔκρυψας ταυ̃τα ἀπò σοφω̃ν καὶ συνετω̃ν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
26 ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
27 πάντα μοι παρεδόθη ὑπò του̃ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τòν υἱòν εἰ μὴ ὁ πατήρ οὐδὲ τòν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱòς καὶ ὡ̨̃ ἐὰν βούληται ὁ υἱòς ἀποκαλύψαι
28 δευ̃τε πρός με πάντες οἱ κοπιω̃ντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμα̃ς
29 ἄρατε τòν ζυγόν μου ἐφ' ὑμα̃ς καὶ μάθετε ἀπ' ἐμου̃ ὅτι πραΰς εἰμι καὶ ταπεινòς τη̨̃ καρδία̨ καὶ εὑρήσετε ἀνάπαυσιν ται̃ς ψυχαι̃ς ὑμω̃ν
30 ὁ γὰρ ζυγός μου χρηστòς καὶ τò φορτίον μου ἐλαφρόν ἐστιν

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 12

ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἐπορεύθη ὁ ’Ιησου̃ς τοι̃ς σάββασιν διὰ τω̃ν σπορίμων οἱ δὲ μαθηταὶ αὐτου̃ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν
οἱ δὲ Φαρισαι̃οι ἰδόντες εἰ̃παν αὐτω̨̃ ἰδοὺ οἱ μαθηταί σου ποιου̃σιν ὃ οὐκ ἔξεστιν ποιει̃ν ἐν σαββάτω̨
ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ' αὐτου̃
πω̃ς εἰση̃λθεν εἰς τòν οἰ̃κον του̃ θεου̃ καὶ τοὺς ἄρτους τη̃ς προθέσεως ἔφαγον ὃ οὐκ ἐξòν ἠ̃ν αὐτω̨̃ φαγει̃ν οὐδὲ τοι̃ς μετ' αὐτου̃ εἰ μὴ τοι̃ς ἱερευ̃σιν μόνοις
ἢ οὐκ ἀνέγνωτε ἐν τω̨̃ νόμω̨ ὅτι τοι̃ς σάββασιν οἱ ἱερει̃ς ἐν τω̨̃ ἱερω̨̃ τò σάββατον βεβηλου̃σιν καὶ ἀναίτιοί εἰσιν
λέγω δὲ ὑμι̃ν ὅτι του̃ ἱερου̃ μει̃ζόν ἐστιν ὡ̃δε
εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεος θέλω καὶ οὐ θυσίαν οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους
κύριος γάρ ἐστιν του̃ σαββάτου ὁ υἱòς του̃ ἀνθρώπου
καὶ μεταβὰς ἐκει̃θεν ἠ̃λθεν εἰς τὴν συναγωγὴν αὐτω̃ν
10 καὶ ἰδοὺ ἄνθρωπος χει̃ρα ἔχων ξηράν καὶ ἐπηρώτησαν αὐτòν λέγοντες εἰ ἔξεστιν τοι̃ς σάββασιν θεραπευ̃σαι ἵνα κατηγορήσωσιν αὐτου̃
11 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς τίς ἔσται ἐξ ὑμω̃ν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν καὶ ἐὰν ἐμπέση̨ του̃το τοι̃ς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτò καὶ ἐγερει̃
12 πόσω̨ οὐ̃ν διαφέρει ἄνθρωπος προβάτου ὥστε ἔξεστιν τοι̃ς σάββασιν καλω̃ς ποιει̃ν
13 τότε λέγει τω̨̃ ἀνθρώπω̨ ἔκτεινόν σου τὴν χει̃ρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη
14 ἐξελθόντες δὲ οἱ Φαρισαι̃οι συμβούλιον ἔλαβον κατ' αὐτου̃ ὅπως αὐτòν ἀπολέσωσιν
15 ὁ δὲ ’Ιησου̃ς γνοὺς ἀνεχώρησεν ἐκει̃θεν καὶ ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς πάντας
16 καὶ ἐπετίμησεν αὐτοι̃ς ἵνα μὴ φανερòν αὐτòν ποιήσωσιν
17 ἵνα πληρωθη̨̃ τò ῥηθὲν διὰ ’Ησαΐου του̃ προφήτου λέγοντος
18 ἰδοὺ ὁ παι̃ς μου ὃν ἡ̨ρέτισα ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου θήσω τò πνευ̃μά μου ἐπ' αὐτόν καὶ κρίσιν τοι̃ς ἔθνεσιν ἀπαγγελει̃
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκούσει τις ἐν ται̃ς πλατείαις τὴν φωνὴν αὐτου̃
20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλη̨ εἰς νι̃κος τὴν κρίσιν
21 καὶ τω̨̃ ὀνόματι αὐτου̃ ἔθνη ἐλπιου̃σιν
22 τότε προσηνέχθη αὐτω̨̃ δαιμονιζόμενος τυφλòς καὶ κωφός καὶ ἐθεράπευσεν αὐτόν ὥστε τòν κωφòν λαλει̃ν καὶ βλέπειν
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον μήτι οὑ̃τός ἐστιν ὁ υἱòς Δαυίδ
24 οἱ δὲ Φαρισαι̃οι ἀκούσαντες εἰ̃πον οὑ̃τος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τω̨̃ Βεελζεβοὺλ ἄρχοντι τω̃ν δαιμονίων
25 εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτω̃ν εἰ̃πεν αὐτοι̃ς πα̃σα βασιλεία μερισθει̃σα καθ' ἑαυτη̃ς ἐρημου̃ται καὶ πα̃σα πόλις ἢ οἰκία μερισθει̃σα καθ' ἑαυτη̃ς οὐ σταθήσεται
26 καὶ εἰ ὁ Σατανα̃ς τòν Σατανα̃ν ἐκβάλλει ἐφ' ἑαυτòν ἐμερίσθη πω̃ς οὐ̃ν σταθήσεται ἡ βασιλεία αὐτου̃
27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμω̃ν ἐν τίνι ἐκβάλλουσιν διὰ του̃το αὐτοὶ κριταὶ ἔσονται ὑμω̃ν
28 εἰ δὲ ἐν πνεύματι θεου̃ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ' ὑμα̃ς ἡ βασιλεία του̃ θεου̃
29 ἢ πω̃ς δύναταί τις εἰσελθει̃ν εἰς τὴν οἰκίαν του̃ ἰσχυρου̃ καὶ τὰ σκεύη αὐτου̃ ἁρπάσαι ἐὰν μὴ πρω̃τον δήση̨ τòν ἰσχυρόν καὶ τότε τὴν οἰκίαν αὐτου̃ διαρπάσει
30 ὁ μὴ ὢν μετ' ἐμου̃ κατ' ἐμου̃ ἐστιν καὶ ὁ μὴ συνάγων μετ' ἐμου̃ σκορπίζει
31 διὰ του̃το λέγω ὑμι̃ν πα̃σα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοι̃ς ἀνθρώποις ἡ δὲ του̃ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται
32 καὶ ὃς ἐὰν εἴπη̨ λόγον κατὰ του̃ υἱου̃ του̃ ἀνθρώπου ἀφεθήσεται αὐτω̨̃ ὃς δ' ἂν εἴπη̨ κατὰ του̃ πνεύματος του̃ ἁγίου οὐκ ἀφεθήσεται αὐτω̨̃ οὔτε ἐν τούτω̨ τω̨̃ αἰω̃νι οὔτε ἐν τω̨̃ μέλλοντι
33 ἢ ποιήσατε τò δένδρον καλòν καὶ τòν καρπòν αὐτου̃ καλόν ἢ ποιήσατε τò δένδρον σαπρòν καὶ τòν καρπòν αὐτου̃ σαπρόν ἐκ γὰρ του̃ καρπου̃ τò δένδρον γινώσκεται
34 γεννήματα ἐχιδνω̃ν πω̃ς δύνασθε ἀγαθὰ λαλει̃ν πονηροὶ ὄντες ἐκ γὰρ του̃ περισσεύματος τη̃ς καρδίας τò στόμα λαλει̃
35 ὁ ἀγαθòς ἄνθρωπος ἐκ του̃ ἀγαθου̃ θησαυρου̃ ἐκβάλλει ἀγαθά καὶ ὁ πονηρòς ἄνθρωπος ἐκ του̃ πονηρου̃ θησαυρου̃ ἐκβάλλει πονηρά
36 λέγω δὲ ὑμι̃ν ὅτι πα̃ν ῥη̃μα ἀργòν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτου̃ λόγον ἐν ἡμέρα̨ κρίσεως
37 ἐκ γὰρ τω̃ν λόγων σου δικαιωθήση̨ καὶ ἐκ τω̃ν λόγων σου καταδικασθήση̨
38 τότε ἀπεκρίθησαν αὐτω̨̃ τινες τω̃ν γραμματέων καὶ Φαρισαίων λέγοντες διδάσκαλε θέλομεν ἀπò σου̃ σημει̃ον ἰδει̃ν
39 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημει̃ον ἐπιζητει̃ καὶ σημει̃ον οὐ δοθήσεται αὐτη̨̃ εἰ μὴ τò σημει̃ον ’Ιωνα̃ του̃ προφήτου
40 ὥσπερ γὰρ ἠ̃ν ’Ιωνα̃ς ἐν τη̨̃ κοιλία̨ του̃ κήτους τρει̃ς ἡμέρας καὶ τρει̃ς νύκτας οὕτως ἔσται ὁ υἱòς του̃ ἀνθρώπου ἐν τη̨̃ καρδία̨ τη̃ς γη̃ς τρει̃ς ἡμέρας καὶ τρει̃ς νύκτας
41 ἄνδρες Νινευι̃ται ἀναστήσονται ἐν τη̨̃ κρίσει μετὰ τη̃ς γενεα̃ς ταύτης καὶ κατακρινου̃σιν αὐτήν ὅτι μετενόησαν εἰς τò κήρυγμα ’Ιωνα̃ καὶ ἰδοὺ πλει̃ον ’Ιωνα̃ ὡ̃δε
42 βασίλισσα νότου ἐγερθήσεται ἐν τη̨̃ κρίσει μετὰ τη̃ς γενεα̃ς ταύτης καὶ κατακρινει̃ αὐτήν ὅτι ἠ̃λθεν ἐκ τω̃ν περάτων τη̃ς γη̃ς ἀκου̃σαι τὴν σοφίαν Σολομω̃νος καὶ ἰδοὺ πλει̃ον Σολομω̃νος ὡ̃δε
43 ὅταν δὲ τò ἀκάθαρτον πνευ̃μα ἐξέλθη̨ ἀπò του̃ ἀνθρώπου διέρχεται δι' ἀνύδρων τόπων ζητου̃ν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει
44 τότε λέγει εἰς τòν οἰ̃κόν μου ἐπιστρέψω ὅθεν ἐξη̃λθον καὶ ἐλθòν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ' ἑαυτου̃ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτου̃ καὶ εἰσελθόντα κατοικει̃ ἐκει̃ καὶ γίνεται τὰ ἔσχατα του̃ ἀνθρώπου ἐκείνου χείρονα τω̃ν πρώτων οὕτως ἔσται καὶ τη̨̃ γενεα̨̃ ταύτη̨ τη̨̃ πονηρα̨̃
46 ἔτι αὐτου̃ λαλου̃ντος τοι̃ς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτου̃ εἱστήκεισαν ἔξω ζητου̃ντες αὐτω̨̃ λαλη̃σαι
47 εἰ̃πεν δέ τις αὐτω̨̃ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητου̃ντές σοι λαλη̃σαι
48 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν τω̨̃ λέγοντι αὐτω̨̃ τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου
49 καὶ ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἐπὶ τοὺς μαθητὰς αὐτου̃ εἰ̃πεν ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
50 ὅστις γὰρ ἂν ποιήση̨ τò θέλημα του̃ πατρός μου του̃ ἐν οὐρανοι̃ς αὐτός μου ἀδελφòς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).