Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 15

τότε προσέρχονται τω̨̃ ’Ιησου̃ ἀπò ‘Ιεροσολύμων Φαρισαι̃οι καὶ γραμματει̃ς λέγοντες
διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τω̃ν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χει̃ρας αὐτω̃ν ὅταν ἄρτον ἐσθίωσιν
ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς διὰ τί καὶ ὑμει̃ς παραβαίνετε τὴν ἐντολὴν του̃ θεου̃ διὰ τὴν παράδοσιν ὑμω̃ν
ὁ γὰρ θεòς εἰ̃πεν τίμα τòν πατέρα καὶ τὴν μητέρα καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω
ὑμει̃ς δὲ λέγετε ὃς ἂν εἴπη̨ τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί δω̃ρον ὃ ἐὰν ἐξ ἐμου̃ ὠφεληθη̨̃ς
οὐ μὴ τιμήσει τòν πατέρα αὐτου̃ καὶ ἠκυρώσατε τòν λόγον του̃ θεου̃ διὰ τὴν παράδοσιν ὑμω̃ν
ὑποκριταί καλω̃ς ἐπροφήτευσεν περὶ ὑμω̃ν ’Ησαΐας λέγων
ὁ λαòς οὑ̃τος τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃
μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
10 καὶ προσκαλεσάμενος τòν ὄχλον εἰ̃πεν αὐτοι̃ς ἀκούετε καὶ συνίετε
11 οὐ τò εἰσερχόμενον εἰς τò στόμα κοινοι̃ τòν ἄνθρωπον ἀλλὰ τò ἐκπορευόμενον ἐκ του̃ στόματος του̃το κοινοι̃ τòν ἄνθρωπον
12 τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτω̨̃ οἰ̃δας ὅτι οἱ Φαρισαι̃οι ἀκούσαντες τòν λόγον ἐσκανδαλίσθησαν
13 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν πα̃σα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται
14 ἄφετε αὐτούς τυφλοί εἰσιν ὁδηγοί τυφλω̃ν τυφλòς δὲ τυφλòν ἐὰν ὁδηγη̨̃ ἀμφότεροι εἰς βόθυνον πεσου̃νται
15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ φράσον ἡμι̃ν τὴν παραβολήν ταύτην
16 ὁ δὲ εἰ̃πεν ἀκμὴν καὶ ὑμει̃ς ἀσύνετοί ἐστε
17 οὐ νοει̃τε ὅτι πα̃ν τò εἰσπορευόμενον εἰς τò στόμα εἰς τὴν κοιλίαν χωρει̃ καὶ εἰς ἀφεδρω̃να ἐκβάλλεται
18 τὰ δὲ ἐκπορευόμενα ἐκ του̃ στόματος ἐκ τη̃ς καρδίας ἐξέρχεται κἀκει̃να κοινοι̃ τòν ἄνθρωπον
19 ἐκ γὰρ τη̃ς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχει̃αι πορνει̃αι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι
20 ταυ̃τά ἐστιν τὰ κοινου̃ντα τòν ἄνθρωπον τò δὲ ἀνίπτοις χερσὶν φαγει̃ν οὐ κοινοι̃ τòν ἄνθρωπον
21 καὶ ἐξελθὼν ἐκει̃θεν ὁ ’Ιησου̃ς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδω̃νος
22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπò τω̃ν ὁρίων ἐκείνων ἐξελθου̃σα ἔκραζεν λέγουσα ἐλέησόν με κύριε υἱòς Δαυίδ ἡ θυγάτηρ μου κακω̃ς δαιμονίζεται
23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτη̨̃ λόγον καὶ προσελθόντες οἱ μαθηταὶ αὐτου̃ ἠρώτουν αὐτòν λέγοντες ἀπόλυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμω̃ν
24 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ’Ισραήλ
25 ἡ δὲ ἐλθου̃σα προσεκύνει αὐτω̨̃ λέγουσα κύριε βοήθει μοι
26 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἔστιν καλòν λαβει̃ν τòν ἄρτον τω̃ν τέκνων καὶ βαλει̃ν τοι̃ς κυναρίοις
27 ἡ δὲ εἰ̃πεν ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπò τω̃ν ψιχίων τω̃ν πιπτόντων ἀπò τη̃ς τραπέζης τω̃ν κυρίων αὐτω̃ν
28 τότε ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτη̨̃ ὠ̃ γύναι μεγάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτη̃ς ἀπò τη̃ς ὥρας ἐκείνης
29 καὶ μεταβὰς ἐκει̃θεν ὁ ’Ιησου̃ς ἠ̃λθεν παρὰ τὴν θάλασσαν τη̃ς Γαλιλαίας καὶ ἀναβὰς εἰς τò ὄρος ἐκάθητο ἐκει̃
30 καὶ προση̃λθον αὐτω̨̃ ὄχλοι πολλοὶ ἔχοντες μεθ' ἑαυτω̃ν χωλούς τυφλούς κυλλούς κωφούς καὶ ἑτέρους πολλούς καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτου̃ καὶ ἐθεράπευσεν αὐτούς
31 ὥστε τòν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλου̃ντας κυλλοὺς ὑγιει̃ς καὶ χωλοὺς περιπατου̃ντας καὶ τυφλοὺς βλέποντας καὶ ἐδόξασαν τòν θεòν ’Ισραήλ
32 ὁ δὲ ’Ιησου̃ς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτου̃ εἰ̃πεν σπλαγχνίζομαι ἐπὶ τòν ὄχλον ὅτι ἤδη ἡμέραι τρει̃ς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπολυ̃σαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθω̃σιν ἐν τη̨̃ ὁδω̨̃
33 καὶ λέγουσιν αὐτω̨̃ οἱ μαθηταί πόθεν ἡμι̃ν ἐν ἐρημία̨ ἄρτοι τοσου̃τοι ὥστε χορτάσαι ὄχλον τοσου̃τον
34 καὶ λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς πόσους ἄρτους ἔχετε οἱ δὲ εἰ̃παν ἑπτά καὶ ὀλίγα ἰχθύδια
35 καὶ παραγγείλας τω̨̃ ὄχλω̨ ἀναπεσει̃ν ἐπὶ τὴν γη̃ν
36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς οἱ δὲ μαθηταὶ τοι̃ς ὄχλοις
37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ τò περισσευ̃ον τω̃ν κλασμάτων ἠ̃ραν ἑπτὰ σπυρίδας πλήρεις
38 οἱ δὲ ἐσθίοντες ἠ̃σαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικω̃ν καὶ παιδίων
39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τò πλοι̃ον καὶ ἠ̃λθεν εἰς τὰ ὅρια Μαγαδάν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).