Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 19

1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς τοὺς λόγους τούτους μετη̃ρεν ἀπò τη̃ς Γαλιλαίας καὶ ἠ̃λθεν εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας πέραν του̃ ’Ιορδάνου
2 καὶ ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκει̃
3 καὶ προση̃λθον αὐτω̨̃ Φαρισαι̃οι πειράζοντες αὐτòν καὶ λέγοντες εἰ ἔξεστιν ἀνθρώπω̨ ἀπολυ̃σαι τὴν γυναι̃κα αὐτου̃ κατὰ πα̃σαν αἰτίαν
4 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ' ἀρχη̃ς ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς
5 καὶ εἰ̃πεν ἕνεκα τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τη̨̃ γυναικὶ αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
7 λέγουσιν αὐτω̨̃ τί οὐ̃ν Μωϋση̃ς ἐνετείλατο δου̃ναι βιβλίον ἀποστασίου καὶ ἀπολυ̃σαι αὐτήν
8 λέγει αὐτοι̃ς ὅτι Μωϋση̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἐπέτρεψεν ὑμι̃ν ἀπολυ̃σαι τὰς γυναι̃κας ὑμω̃ν ἀπ' ἀρχη̃ς δὲ οὐ γέγονεν οὕτως
9 λέγω δὲ ὑμι̃ν ὅτι ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ μὴ ἐπὶ πορνεία̨ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται
10 λέγουσιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ εἰ οὕτως ἐστὶν ἡ αἰτία του̃ ἀνθρώπου μετὰ τη̃ς γυναικός οὐ συμφέρει γαμη̃σαι
11 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οὐ πάντες χωρου̃σιν τòν λόγον του̃τον ἀλλ' οἱ̃ς δέδοται
12 εἰσὶν γὰρ εὐνου̃χοι οἵτινες ἐκ κοιλίας μητρòς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνου̃χοι οἵτινες εὐνουχίσθησαν ὑπò τω̃ν ἀνθρώπων καὶ εἰσὶν εὐνου̃χοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ὁ δυνάμενος χωρει̃ν χωρείτω
13 τότε προσηνέχθησαν αὐτω̨̃ παιδία ἵνα τὰς χει̃ρας ἐπιθη̨̃ αὐτοι̃ς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς
14 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθει̃ν πρός με τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
15 καὶ ἐπιθεὶς τὰς χει̃ρας αὐτοι̃ς ἐπορεύθη ἐκει̃θεν
16 καὶ ἰδοὺ εἱ̃ς προσελθὼν αὐτω̨̃ εἰ̃πεν διδάσκαλε τί ἀγαθòν ποιήσω ἵνα σχω̃ ζωὴν αἰώνιον
17 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ τί με ἐρωτα̨̃ς περὶ του̃ ἀγαθου̃ εἱ̃ς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθει̃ν τήρησον τὰς ἐντολάς
18 λέγει αὐτω̨̃ ποίας ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν τò οὐ φονεύσεις οὐ μοιχεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις
19 τίμα τòν πατέρα καὶ τὴν μητέρα καί ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν
20 λέγει αὐτω̨̃ ὁ νεανίσκος πάντα ταυ̃τα ἐφύλαξα τί ἔτι ὑστερω̃
21 ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ θέλεις τέλειος εἰ̃ναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δòς τοι̃ς πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν οὐρανοι̃ς καὶ δευ̃ρο ἀκολούθει μοι
22 ἀκούσας δὲ ὁ νεανίσκος τòν λόγον ἀπη̃λθεν λυπούμενος ἠ̃ν γὰρ ἔχων κτήματα πολλά
23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ ἀμὴν λέγω ὑμι̃ν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν
24 πάλιν δὲ λέγω ὑμι̃ν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθει̃ν ἢ πλούσιον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες τίς ἄρα δύναται σωθη̃ναι
26 ἐμβλέψας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς παρὰ ἀνθρώποις του̃το ἀδύνατόν ἐστιν παρὰ δὲ θεω̨̃ πάντα δυνατά
27 τότε ἀποκριθεὶς ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἡμει̃ς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμι̃ν
28 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι ὑμει̃ς οἱ ἀκολουθήσαντές μοι ἐν τη̨̃ παλιγγενεσία̨ ὅταν καθίση̨ ὁ υἱòς του̃ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτου̃ καθήσεσθε καὶ ὑμει̃ς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς του̃ ’Ισραήλ
29 καὶ πα̃ς ὅστις ἀφη̃κεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν του̃ ὀνόματός μου ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει
30 πολλοὶ δὲ ἔσονται πρω̃τοι ἔσχατοι καὶ ἔσχατοι πρω̃τοι

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 20

1 ὁμοία γάρ ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ οἰκοδεσπότη̨ ὅστις ἐξη̃λθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τòν ἀμπελω̃να αὐτου̃
2 συμφωνήσας δὲ μετὰ τω̃ν ἐργατω̃ν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τòν ἀμπελω̃να αὐτου̃
3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἰ̃δεν ἄλλους ἑστω̃τας ἐν τη̨̃ ἀγορα̨̃ ἀργούς
4 καὶ ἐκείνοις εἰ̃πεν ὑπάγετε καὶ ὑμει̃ς εἰς τòν ἀμπελω̃να καὶ ὃ ἐὰν ἠ̨̃ δίκαιον δώσω ὑμι̃ν
5 οἱ δὲ ἀπη̃λθον πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως
6 περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὑ̃ρεν ἄλλους ἑστω̃τας καὶ λέγει αὐτοι̃ς τί ὡ̃δε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
7 λέγουσιν αὐτω̨̃ ὅτι οὐδεὶς ἡμα̃ς ἐμισθώσατο λέγει αὐτοι̃ς ὑπάγετε καὶ ὑμει̃ς εἰς τòν ἀμπελω̃να
8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος του̃ ἀμπελω̃νος τω̨̃ ἐπιτρόπω̨ αὐτου̃ κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοι̃ς τòν μισθòν ἀρξάμενος ἀπò τω̃ν ἐσχάτων ἕως τω̃ν πρώτων
9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
10 καὶ ἐλθόντες οἱ πρω̃τοι ἐνόμισαν ὅτι πλει̃ον λήμψονται καὶ ἔλαβον τò ἀνὰ δηνάριον καὶ αὐτοί
11 λαβόντες δὲ ἐγόγγυζον κατὰ του̃ οἰκοδεσπότου
12 λέγοντες οὑ̃τοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμι̃ν αὐτοὺς ἐποίησας τοι̃ς βαστάσασι τò βάρος τη̃ς ἡμέρας καὶ τòν καύσωνα
13 ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτω̃ν εἰ̃πεν ἑται̃ρε οὐκ ἀδικω̃ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι
14 ἀ̃ρον τò σòν καὶ ὕπαγε θέλω δὲ τούτω̨ τω̨̃ ἐσχάτω̨ δου̃ναι ὡς καὶ σοί
15 ἢ οὐκ ἔξεστίν μοι ὃ θέλω ποιη̃σαι ἐν τοι̃ς ἐμοι̃ς ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
16 οὕτως ἔσονται οἱ ἔσχατοι πρω̃τοι καὶ οἱ πρω̃τοι ἔσχατοι
17 καὶ ἀναβαίνων ὁ ’Ιησου̃ς εἰς ‘Ιεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν καὶ ἐν τη̨̃ ὁδω̨̃ εἰ̃πεν αὐτοι̃ς
18 ἰδοὺ ἀναβαίνομεν εἰς ‘Ιεροσόλυμα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδοθήσεται τοι̃ς ἀρχιερευ̃σιν καὶ γραμματευ̃σιν καὶ κατακρινου̃σιν αὐτòν θανάτω̨
19 καὶ παραδώσουσιν αὐτòν τοι̃ς ἔθνεσιν εἰς τò ἐμπαι̃ξαι καὶ μαστιγω̃σαι καὶ σταυρω̃σαι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθήσεται
20 τότε προση̃λθεν αὐτω̨̃ ἡ μήτηρ τω̃ν υἱω̃ν Ζεβεδαίου μετὰ τω̃ν υἱω̃ν αὐτη̃ς προσκυνου̃σα καὶ αἰτου̃σά τι ἀπ' αὐτου̃
21 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ τί θέλεις λέγει αὐτω̨̃ εἰπὲ ἵνα καθίσωσιν οὑ̃τοι οἱ δύο υἱοί μου εἱ̃ς ἐκ δεξιω̃ν σου καὶ εἱ̃ς ἐξ εὐωνύμων σου ἐν τη̨̃ βασιλεία̨ σου
22 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν οὐκ οἴδατε τί αἰτει̃σθε δύνασθε πιει̃ν τò ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτω̨̃ δυνάμεθα
23 λέγει αὐτοι̃ς τò μὲν ποτήριόν μου πίεσθε τò δὲ καθίσαι ἐκ δεξιω̃ν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμòν του̃το δου̃ναι ἀλλ' οἱ̃ς ἡτοίμασται ὑπò του̃ πατρός μου
24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τω̃ν δύο ἀδελφω̃ν
25 ὁ δὲ ’Ιησου̃ς προσκαλεσάμενος αὐτοὺς εἰ̃πεν οἴδατε ὅτι οἱ ἄρχοντες τω̃ν ἐθνω̃ν κατακυριεύουσιν αὐτω̃ν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτω̃ν
26 οὐχ οὕτως ἔσται ἐν ὑμι̃ν ἀλλ' ὃς ἐὰν θέλη̨ ἐν ὑμι̃ν μέγας γενέσθαι ἔσται ὑμω̃ν διάκονος
27 καὶ ὃς ἂν θέλη̨ ἐν ὑμι̃ν εἰ̃ναι πρω̃τος ἔσται ὑμω̃ν δου̃λος
28 ὥσπερ ὁ υἱòς του̃ ἀνθρώπου οὐκ ἠ̃λθεν διακονηθη̃ναι ἀλλὰ διακονη̃σαι καὶ δου̃ναι τὴν ψυχὴν αὐτου̃ λύτρον ἀντὶ πολλω̃ν
29 καὶ ἐκπορευομένων αὐτω̃ν ἀπò ’Ιεριχὼ ἠκολούθησεν αὐτω̨̃ ὄχλος πολύς
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι ’Ιησου̃ς παράγει ἔκραξαν λέγοντες ἐλέησον ἡμα̃ς κύριε υἱòς Δαυίδ
31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοι̃ς ἵνα σιωπήσωσιν οἱ δὲ μει̃ζον ἔκραξαν λέγοντες ἐλέησον ἡμα̃ς κύριε υἱòς Δαυίδ
32 καὶ στὰς ὁ ’Ιησου̃ς ἐφώνησεν αὐτοὺς καὶ εἰ̃πεν τί θέλετε ποιήσω ὑμι̃ν
33 λέγουσιν αὐτω̨̃ κύριε ἵνα ἀνοιγω̃σιν οἱ ὀφθαλμοὶ ἡμω̃ν
34 σπλαγχνισθεὶς δὲ ὁ ’Ιησου̃ς ἥψατο τω̃ν ὀμμάτων αὐτω̃ν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτω̨̃

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 21

1 καὶ ὅτε ἤγγισαν εἰς ‘Ιεροσόλυμα καὶ ἠ̃λθον εἰς βηθφαγὴ εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν τότε ’Ιησου̃ς ἀπέστειλεν δύο μαθητὰς
2 λέγων αὐτοι̃ς πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμω̃ν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πω̃λον μετ' αὐτη̃ς λύσαντες ἀγάγετέ μοι
3 καὶ ἐάν τις ὑμι̃ν εἴπη̨ τι ἐρει̃τε ὅτι ὁ κύριος αὐτω̃ν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελει̃ αὐτούς
4 του̃το δὲ γέγονεν ἵνα πληρωθη̨̃ τò ῥηθὲν διὰ του̃ προφήτου λέγοντος
5 εἴπατε τη̨̃ θυγατρὶ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πω̃λον υἱòν ὑποζυγίου
6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοι̃ς ὁ ’Ιησου̃ς
7 ἤγαγον τὴν ὄνον καὶ τòν πω̃λον καὶ ἐπέθηκαν ἐπ' αὐτω̃ν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτω̃ν
8 ὁ δὲ πλει̃στος ὄχλος ἔστρωσαν ἑαυτω̃ν τὰ ἱμάτια ἐν τη̨̃ ὁδω̨̃ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπò τω̃ν δένδρων καὶ ἐστρώννυον ἐν τη̨̃ ὁδω̨̃
9 οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτòν καὶ οἱ ἀκολουθου̃ντες ἔκραζον λέγοντες ὡσαννὰ τω̨̃ υἱω̨̃ Δαυίδ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ὡσαννὰ ἐν τοι̃ς ὑψίστοις
10 καὶ εἰσελθόντος αὐτου̃ εἰς ‘Ιεροσόλυμα ἐσείσθη πα̃σα ἡ πόλις λέγουσα τίς ἐστιν οὑ̃τος
11 οἱ δὲ ὄχλοι ἔλεγον οὑ̃τός ἐστιν ὁ προφήτης ’Ιησου̃ς ὁ ἀπò Ναζαρὲθ τη̃ς Γαλιλαίας
12 καὶ εἰση̃λθεν ’Ιησου̃ς εἰς τò ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλου̃ντας καὶ ἀγοράζοντας ἐν τω̨̃ ἱερω̨̃ καὶ τὰς τραπέζας τω̃ν κολλυβιστω̃ν κατέστρεψεν καὶ τὰς καθέδρας τω̃ν πωλούντων τὰς περιστεράς
13 καὶ λέγει αὐτοι̃ς γέγραπται ὁ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται ὑμει̃ς δὲ αὐτòν ποιει̃τε σπήλαιον λη̨στω̃ν
14 καὶ προση̃λθον αὐτω̨̃ τυφλοὶ καὶ χωλοὶ ἐν τω̨̃ ἱερω̨̃ καὶ ἐθεράπευσεν αὐτούς
15 ἰδόντες δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παι̃δας τοὺς κράζοντας ἐν τω̨̃ ἱερω̨̃ καὶ λέγοντας ὡσαννὰ τω̨̃ υἱω̨̃ Δαυίδ ἠγανάκτησαν
16 καὶ εἰ̃παν αὐτω̨̃ ἀκούεις τί οὑ̃τοι λέγουσιν ὁ δὲ ’Ιησου̃ς λέγει αὐτοι̃ς ναί οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἰ̃νον
17 καὶ καταλιπὼν αὐτοὺς ἐξη̃λθεν ἔξω τη̃ς πόλεως εἰς βηθανίαν καὶ ηὐλίσθη ἐκει̃
18 πρωΐ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν
19 καὶ ἰδὼν συκη̃ν μίαν ἐπὶ τη̃ς ὁδου̃ ἠ̃λθεν ἐπ' αὐτήν καὶ οὐδὲν εὑ̃ρεν ἐν αὐτη̨̃ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτη̨̃ μηκέτι ἐκ σου̃ καρπòς γένηται εἰς τòν αἰω̃να καὶ ἐξηράνθη παραχρη̃μα ἡ συκη̃
20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες πω̃ς παραχρη̃μα ἐξηράνθη ἡ συκη̃
21 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθη̃τε οὐ μόνον τò τη̃ς συκη̃ς ποιήσετε ἀλλὰ κἂν τω̨̃ ὄρει τούτω̨ εἴπητε ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται
22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τη̨̃ προσευχη̨̃ πιστεύοντες λήμψεσθε
23 καὶ ἐλθόντος αὐτου̃ εἰς τò ἱερòν προση̃λθον αὐτω̨̃ διδάσκοντι οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι του̃ λαου̃ λέγοντες ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
24 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἐρωτήσω ὑμα̃ς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμι̃ν ἐρω̃ ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃
25 τò βάπτισμα τò ’Ιωάννου πόθεν ἠ̃ν ἐξ οὐρανου̃ ἢ ἐξ ἀνθρώπων οἱ δὲ διελογίζοντο ἐν ἑαυτοι̃ς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ ἡμι̃ν διὰ τί οὐ̃ν οὐκ ἐπιστεύσατε αὐτω̨̃
26 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων φοβούμεθα τòν ὄχλον πάντες γὰρ ὡς προφήτην ἔχουσιν τòν ’Ιωάννην
27 καὶ ἀποκριθέντες τω̨̃ ’Ιησου̃ εἰ̃παν οὐκ οἴδαμεν ἔφη αὐτοι̃ς καὶ αὐτός οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃
28 τί δὲ ὑμι̃ν δοκει̃ ἄνθρωπος εἰ̃χεν τέκνα δύο καὶ προσελθὼν τω̨̃ πρώτω̨ εἰ̃πεν τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τω̨̃ ἀμπελω̃νι
29 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπη̃λθεν
30 προσελθὼν δὲ τω̨̃ ἑτέρω̨ εἰ̃πεν ὡσαύτως ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἐγώ κύριε καὶ οὐκ ἀπη̃λθεν
31 τίς ἐκ τω̃ν δύο ἐποίησεν τò θέλημα του̃ πατρός λέγουσιν ὁ πρω̃τος λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι οἱ τελω̃ναι καὶ αἱ πόρναι προάγουσιν ὑμα̃ς εἰς τὴν βασιλείαν του̃ θεου̃
32 ἠ̃λθεν γὰρ ’Ιωάννης πρòς ὑμα̃ς ἐν ὁδω̨̃ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτω̨̃ οἱ δὲ τελω̃ναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτω̨̃ ὑμει̃ς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον του̃ πιστευ̃σαι αὐτω̨̃
33 ἄλλην παραβολὴν ἀκούσατε ἄνθρωπος ἠ̃ν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελω̃να καὶ φραγμòν αὐτω̨̃ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτω̨̃ ληνòν καὶ ὠ̨κοδόμησεν πύργον καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν
34 ὅτε δὲ ἤγγισεν ὁ καιρòς τω̃ν καρπω̃ν ἀπέστειλεν τοὺς δούλους αὐτου̃ πρòς τοὺς γεωργοὺς λαβει̃ν τοὺς καρποὺς αὐτου̃
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτου̃ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τω̃ν πρώτων καὶ ἐποίησαν αὐτοι̃ς ὡσαύτως
37 ὕστερον δὲ ἀπέστειλεν πρòς αὐτοὺς τòν υἱòν αὐτου̃ λέγων ἐντραπήσονται τòν υἱόν μου
38 οἱ δὲ γεωργοὶ ἰδόντες τòν υἱòν εἰ̃πον ἐν ἑαυτοι̃ς οὑ̃τός ἐστιν ὁ κληρονόμος δευ̃τε ἀποκτείνωμεν αὐτòν καὶ σχω̃μεν τὴν κληρονομίαν αὐτου̃
39 καὶ λαβόντες αὐτòν ἐξέβαλον ἔξω του̃ ἀμπελω̃νος καὶ ἀπέκτειναν
40 ὅταν οὐ̃ν ἔλθη̨ ὁ κύριος του̃ ἀμπελω̃νος τί ποιήσει τοι̃ς γεωργοι̃ς ἐκείνοις
41 λέγουσιν αὐτω̨̃ κακοὺς κακω̃ς ἀπολέσει αὐτούς καὶ τòν ἀμπελω̃να ἐκδώσεται ἄλλοις γεωργοι̃ς οἵτινες ἀποδώσουσιν αὐτω̨̃ τοὺς καρποὺς ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν
42 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐδέποτε ἀνέγνωτε ἐν ται̃ς γραφαι̃ς λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοι̃ς ἡμω̃ν
43 διὰ του̃το λέγω ὑμι̃ν ὅτι ἀρθήσεται ἀφ' ὑμω̃ν ἡ βασιλεία του̃ θεου̃ καὶ δοθήσεται ἔθνει ποιου̃ντι τοὺς καρποὺς αὐτη̃ς
44 καὶ ὁ πεσὼν ἐπὶ τòν λίθον του̃τον συνθλασθήσεται ἐφ' ὃν δ' ἂν πέση̨ λικμήσει αὐτόν
45 καὶ ἀκούσαντες οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι τὰς παραβολὰς αὐτου̃ ἔγνωσαν ὅτι περὶ αὐτω̃ν λέγει
46 καὶ ζητου̃ντες αὐτòν κρατη̃σαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπεὶ εἰς προφήτην αὐτòν εἰ̃χον

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 22

1 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς πάλιν εἰ̃πεν ἐν παραβολαι̃ς αὐτοι̃ς λέγων
2 ὡμοιώθη ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ βασιλει̃ ὅστις ἐποίησεν γάμους τω̨̃ υἱω̨̃ αὐτου̃
3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτου̃ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθει̃ν
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοι̃ς κεκλημένοις ἰδοὺ τò ἄριστόν μου ἡτοίμακα οἱ ταυ̃ροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δευ̃τε εἰς τοὺς γάμους
5 οἱ δὲ ἀμελήσαντες ἀπη̃λθον ὃς μὲν εἰς τòν ἴδιον ἀγρόν ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτου̃
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτου̃ ὕβρισαν καὶ ἀπέκτειναν
7 ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτου̃ ἀπώλεσεν τοὺς φονει̃ς ἐκείνους καὶ τὴν πόλιν αὐτω̃ν ἐνέπρησεν
8 τότε λέγει τοι̃ς δούλοις αὐτου̃ ὁ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἠ̃σαν ἄξιοι
9 πορεύεσθε οὐ̃ν ἐπὶ τὰς διεξόδους τω̃ν ὁδω̃ν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους
10 καὶ ἐξελθόντες οἱ δου̃λοι ἐκει̃νοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὑ̃ρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἰ̃δεν ἐκει̃ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
12 καὶ λέγει αὐτω̨̃ ἑται̃ρε πω̃ς εἰση̃λθες ὡ̃δε μὴ ἔχων ἔνδυμα γάμου ὁ δὲ ἐφιμώθη
13 τότε ὁ βασιλεὺς εἰ̃πεν τοι̃ς διακόνοις δήσαντες αὐτου̃ πόδας καὶ χει̃ρας ἐκβάλετε αὐτòν εἰς τò σκότος τò ἐξώτερον ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων
14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί
15 τότε πορευθέντες οἱ Φαρισαι̃οι συμβούλιον ἔλαβον ὅπως αὐτòν παγιδεύσωσιν ἐν λόγω̨
16 καὶ ἀποστέλλουσιν αὐτω̨̃ τοὺς μαθητὰς αὐτω̃ν μετὰ τω̃ν ἡρω̨διανω̃ν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἰ̃ καὶ τὴν ὁδòν του̃ θεου̃ ἐν ἀληθεία̨ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων
17 εἰπὲ οὐ̃ν ἡμι̃ν τί σοι δοκει̃ ἔξεστιν δου̃ναι κη̃νσον Καίσαρι ἢ οὔ
18 γνοὺς δὲ ὁ ’Ιησου̃ς τὴν πονηρίαν αὐτω̃ν εἰ̃πεν τί με πειράζετε ὑποκριταί
19 ἐπιδείξατέ μοι τò νόμισμα του̃ κήνσου οἱ δὲ προσήνεγκαν αὐτω̨̃ δηνάριον
20 καὶ λέγει αὐτοι̃ς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή
21 λέγουσιν αὐτω̨̃ Καίσαρος τότε λέγει αὐτοι̃ς ἀπόδοτε οὐ̃ν τὰ Καίσαρος Καίσαρι καὶ τὰ του̃ θεου̃ τω̨̃ θεω̨̃
22 καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτòν ἀπη̃λθαν
23 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ προση̃λθον αὐτω̨̃ Σαδδουκαι̃οι λέγοντες μὴ εἰ̃ναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτòν
24 λέγοντες διδάσκαλε Μωϋση̃ς εἰ̃πεν ἐάν τις ἀποθάνη̨ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ὁ ἀδελφòς αὐτου̃ τὴν γυναι̃κα αὐτου̃ καὶ ἀναστήσει σπέρμα τω̨̃ ἀδελφω̨̃ αὐτου̃
25 ἠ̃σαν δὲ παρ' ἡμι̃ν ἑπτὰ ἀδελφοί καὶ ὁ πρω̃τος γήμας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφη̃κεν τὴν γυναι̃κα αὐτου̃ τω̨̃ ἀδελφω̨̃ αὐτου̃
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τω̃ν ἑπτά
27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή
28 ἐν τη̨̃ ἀναστάσει οὐ̃ν τίνος τω̃ν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν
29 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πλανα̃σθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν του̃ θεου̃
30 ἐν γὰρ τη̨̃ ἀναστάσει οὔτε γαμου̃σιν οὔτε γαμίζονται ἀλλ' ὡς ἄγγελοι ἐν τω̨̃ οὐρανω̨̃ εἰσιν
31 περὶ δὲ τη̃ς ἀναστάσεως τω̃ν νεκρω̃ν οὐκ ἀνέγνωτε τò ῥηθὲν ὑμι̃ν ὑπò του̃ θεου̃ λέγοντος
32 ἐγώ εἰμι ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ οὐκ ἔστιν ὁ θεòς νεκρω̃ν ἀλλὰ ζώντων
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃
34 οἱ δὲ Φαρισαι̃οι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τò αὐτό
35 καὶ ἐπηρώτησεν εἱ̃ς ἐξ αὐτω̃ν νομικòς πειράζων αὐτόν
36 διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τω̨̃ νόμω̨
37 ὁ δὲ ἔφη αὐτω̨̃ ἀγαπήσεις κύριον τòν θεόν σου ἐν ὅλη̨ τη̨̃ καρδία̨ σου καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ σου καὶ ἐν ὅλη̨ τη̨̃ διανοία̨ σου
38 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή
39 δευτέρα δὲ ὁμοία αὐτη̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν
40 ἐν ταύταις ται̃ς δυσὶν ἐντολαι̃ς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφη̃ται
41 συνηγμένων δὲ τω̃ν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ’Ιησου̃ς
42 λέγων τί ὑμι̃ν δοκει̃ περὶ του̃ Χριστου̃ τίνος υἱός ἐστιν λέγουσιν αὐτω̨̃ του̃ Δαυίδ
43 λέγει αὐτοι̃ς πω̃ς οὐ̃ν Δαυὶδ ἐν πνεύματι καλει̃ αὐτòν κύριον λέγων
44 εἰ̃πεν κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποκάτω τω̃ν ποδω̃ν σου
45 εἰ οὐ̃ν Δαυὶδ καλει̃ αὐτòν κύριον πω̃ς υἱòς αὐτου̃ ἐστιν
46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθη̃ναι αὐτω̨̃ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ' ἐκείνης τη̃ς ἡμέρας ἐπερωτη̃σαι αὐτòν οὐκέτι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).