Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 2

του̃ δὲ ’Ιησου̃ γεννηθέντος ἐν Βηθλέεμ τη̃ς ’Ιουδαίας ἐν ἡμέραις ‘Ηρώ̨δου του̃ βασιλέως ἰδοὺ μάγοι ἀπò ἀνατολω̃ν παρεγένοντο εἰς ‘Ιεροσόλυμα
λέγοντες που̃ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τω̃ν ’Ιουδαίων εἴδομεν γὰρ αὐτου̃ τòν ἀστέρα ἐν τη̨̃ ἀνατολη̨̃ καὶ ἤλθομεν προσκυνη̃σαι αὐτω̨̃
ἀκούσας δὲ ὁ βασιλεὺς ‘Ηρώ̨δης ἐταράχθη καὶ πα̃σα ‘Ιεροσόλυμα μετ' αὐτου̃
καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερει̃ς καὶ γραμματει̃ς του̃ λαου̃ ἐπυνθάνετο παρ' αὐτω̃ν που̃ ὁ Χριστòς γεννα̃ται
οἱ δὲ εἰ̃παν αὐτω̨̃ ἐν Βηθλέεμ τη̃ς ’Ιουδαίας οὕτως γὰρ γέγραπται διὰ του̃ προφήτου
καὶ σύ Βηθλέεμ γη̃ ’Ιούδα οὐδαμω̃ς ἐλαχίστη εἰ̃ ἐν τοι̃ς ἡγεμόσιν ’Ιούδα ἐκ σου̃ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανει̃ τòν λαόν μου τòν ’Ισραήλ
τότε ‘Ηρώ̨δης λάθρα̨ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ' αὐτω̃ν τòν χρόνον του̃ φαινομένου ἀστέρος
καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἰ̃πεν πορευθέντες ἐξετάσατε ἀκριβω̃ς περὶ του̃ παιδίου ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτω̨̃
οἱ δὲ ἀκούσαντες του̃ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἰ̃δον ἐν τη̨̃ ἀνατολη̨̃ προη̃γεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὑ̃ ἠ̃ν τò παιδίον
10 ἰδόντες δὲ τòν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἰ̃δον τò παιδίον μετὰ Μαρίας τη̃ς μητρòς αὐτου̃ καὶ πεσόντες προσεκύνησαν αὐτω̨̃ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτω̃ν προσήνεγκαν αὐτω̨̃ δω̃ρα χρυσòν καὶ λίβανον καὶ σμύρναν
12 καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρòς ‘Ηρώ̨δην δι' ἄλλης ὁδου̃ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτω̃ν
13 ἀναχωρησάντων δὲ αὐτω̃ν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ' ὄναρ τω̨̃ ’Ιωσὴφ λέγων ἐγερθεὶς παράλαβε τò παιδίον καὶ τὴν μητέρα αὐτου̃ καὶ φευ̃γε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκει̃ ἕως ἂν εἴπω σοι μέλλει γὰρ ‘Ηρώ̨δης ζητει̃ν τò παιδίον του̃ ἀπολέσαι αὐτό
14 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τò παιδίον καὶ τὴν μητέρα αὐτου̃ νυκτòς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον
15 καὶ ἠ̃ν ἐκει̃ ἕως τη̃ς τελευτη̃ς ‘Ηρώ̨δου ἵνα πληρωθη̨̃ τò ῥηθὲν ὑπò κυρίου διὰ του̃ προφήτου λέγοντος ἐξ Αἰγύπτου ἐκάλεσα τòν υἱόν μου
16 τότε ‘Ηρώ̨δης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπò τω̃ν μάγων ἐθυμώθη λίαν καὶ ἀποστείλας ἀνει̃λεν πάντας τοὺς παι̃δας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πα̃σι τοι̃ς ὁρίοις αὐτη̃ς ἀπò διετου̃ς καὶ κατωτέρω κατὰ τòν χρόνον ὃν ἠκρίβωσεν παρὰ τω̃ν μάγων
17 τότε ἐπληρώθη τò ῥηθὲν διὰ ’Ιερεμίου του̃ προφήτου λέγοντος
18 φωνὴ ἐν ‘Ραμὰ ἠκούσθη κλαυθμòς καὶ ὀδυρμòς πολύς ‘Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτη̃ς καὶ οὐκ ἤθελεν παρακληθη̃ναι ὅτι οὐκ εἰσίν
19 τελευτήσαντος δὲ του̃ ‘Ηρώ̨δου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ' ὄναρ τω̨̃ ’Ιωσὴφ ἐν Αἰγύπτω̨
20 λέγων ἐγερθεὶς παράλαβε τò παιδίον καὶ τὴν μητέρα αὐτου̃ καὶ πορεύου εἰς γη̃ν ’Ισραήλ τεθνήκασιν γὰρ οἱ ζητου̃ντες τὴν ψυχὴν του̃ παιδίου
21 ὁ δὲ ἐγερθεὶς παρέλαβεν τò παιδίον καὶ τὴν μητέρα αὐτου̃ καὶ εἰση̃λθεν εἰς γη̃ν ’Ισραήλ
22 ἀκούσας δὲ ὅτι ’Αρχέλαος βασιλεύει τη̃ς ’Ιουδαίας ἀντὶ του̃ πατρòς αὐτου̃ ‘Ηρώ̨δου ἐφοβήθη ἐκει̃ ἀπελθει̃ν χρηματισθεὶς δὲ κατ' ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τη̃ς Γαλιλαίας
23 καὶ ἐλθὼν κατώ̨κησεν εἰς πόλιν λεγομένην Ναζαρέτ ὅπως πληρωθη̨̃ τò ῥηθὲν διὰ τω̃ν προφητω̃ν ὅτι Ναζωραι̃ος κληθήσεται
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).