1 τότε ὁμοιωθήσεται ἡ βασιλεία τω̃ν οὐρανω̃ν δέκα παρθένοις αἵτινες λαβου̃σαι τὰς λαμπάδας ἑαυτω̃ν ἐξη̃λθον εἰς ὑπάντησιν του̃ νυμφίου |
2 πέντε δὲ ἐξ αὐτω̃ν ἠ̃σαν μωραὶ καὶ πέντε φρόνιμοι |
3 αἱ γὰρ μωραὶ λαβου̃σαι τὰς λαμπάδας αὐτω̃ν οὐκ ἔλαβον μεθ' ἑαυτω̃ν ἔλαιον |
4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοι̃ς ἀγγείοις μετὰ τω̃ν λαμπάδων ἑαυτω̃ν |
5 χρονίζοντος δὲ του̃ νυμφίου ἐνύσταξαν πα̃σαι καὶ ἐκάθευδον |
6 μέσης δὲ νυκτòς κραυγὴ γέγονεν ἰδοὺ ὁ νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτου̃ |
7 τότε ἠγέρθησαν πα̃σαι αἱ παρθένοι ἐκει̃ναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτω̃ν |
8 αἱ δὲ μωραὶ ται̃ς φρονίμοις εἰ̃παν δότε ἡμι̃ν ἐκ του̃ ἐλαίου ὑμω̃ν ὅτι αἱ λαμπάδες ἡμω̃ν σβέννυνται |
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι μήποτε οὐ μὴ ἀρκέση̨ ἡμι̃ν καὶ ὑμι̃ν πορεύεσθε μα̃λλον πρòς τοὺς πωλου̃ντας καὶ ἀγοράσατε ἑαυται̃ς |
10 ἀπερχομένων δὲ αὐτω̃ν ἀγοράσαι ἠ̃λθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰση̃λθον μετ' αὐτου̃ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα |
11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι κύριε κύριε ἄνοιξον ἡμι̃ν |
12 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν οὐκ οἰ̃δα ὑμα̃ς |
13 γρηγορει̃τε οὐ̃ν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν |
14 ὥσπερ γὰρ ἄνθρωπος ἀποδημω̃ν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοι̃ς τὰ ὑπάρχοντα αὐτου̃ |
15 καὶ ὡ̨̃ μὲν ἔδωκεν πέντε τάλαντα ὡ̨̃ δὲ δύο ὡ̨̃ δὲ ἕν ἑκάστω̨ κατὰ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν εὐθέως |
16 πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοι̃ς καὶ ἐκέρδησεν ἄλλα πέντε |
17 ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο |
18 ὁ δὲ τò ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γη̃ν καὶ ἔκρυψεν τò ἀργύριον του̃ κυρίου αὐτου̃ |
19 μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τω̃ν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ' αὐτω̃ν |
20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων κύριε πέντε τάλαντά μοι παρέδωκας ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα |
21 ἔφη αὐτω̨̃ ὁ κύριος αὐτου̃ εὐ̃ δου̃λε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἠ̃ς πιστός ἐπὶ πολλω̃ν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν του̃ κυρίου σου |
22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰ̃πεν κύριε δύο τάλαντά μοι παρέδωκας ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα |
23 ἔφη αὐτω̨̃ ὁ κύριος αὐτου̃ εὐ̃ δου̃λε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἠ̃ς πιστός ἐπὶ πολλω̃ν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν του̃ κυρίου σου |
24 προσελθὼν δὲ καὶ ὁ τò ἓν τάλαντον εἰληφὼς εἰ̃πεν κύριε ἔγνων σε ὅτι σκληρòς εἰ̃ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας |
25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τò τάλαντόν σου ἐν τη̨̃ γη̨̃ ἴδε ἔχεις τò σόν |
26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτου̃ εἰ̃πεν αὐτω̨̃ πονηρὲ δου̃λε καὶ ὀκνηρέ ἤ̨δεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα |
27 ἔδει σε οὐ̃ν βαλει̃ν τὰ ἀργύριά μου τοι̃ς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τò ἐμòν σὺν τόκω̨ |
28 ἄρατε οὐ̃ν ἀπ' αὐτου̃ τò τάλαντον καὶ δότε τω̨̃ ἔχοντι τὰ δέκα τάλαντα |
29 τω̨̃ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται του̃ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτου̃ |
30 καὶ τòν ἀχρει̃ον δου̃λον ἐκβάλετε εἰς τò σκότος τò ἐξώτερον ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων |
31 ὅταν δὲ ἔλθη̨ ὁ υἱòς του̃ ἀνθρώπου ἐν τη̨̃ δόξη̨ αὐτου̃ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτου̃ τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτου̃ |
32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτου̃ πάντα τὰ ἔθνη καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπò τω̃ν ἐρίφων |
33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιω̃ν αὐτου̃ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων |
34 τότε ἐρει̃ ὁ βασιλεὺς τοι̃ς ἐκ δεξιω̃ν αὐτου̃ δευ̃τε οἱ εὐλογημένοι του̃ πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμι̃ν βασιλείαν ἀπò καταβολη̃ς κόσμου |
35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγει̃ν ἐδίψησα καὶ ἐποτίσατέ με ξένος ἤμην καὶ συνηγάγετέ με |
36 γυμνòς καὶ περιεβάλετέ με ἠσθένησα καὶ ἐπεσκέψασθέ με ἐν φυλακη̨̃ ἤμην καὶ ἤλθατε πρός με |
37 τότε ἀποκριθήσονται αὐτω̨̃ οἱ δίκαιοι λέγοντες κύριε πότε σε εἴδομεν πεινω̃ντα καὶ ἐθρέψαμεν ἢ διψω̃ντα καὶ ἐποτίσαμεν |
38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν ἢ γυμνòν καὶ περιεβάλομεν |
39 πότε δέ σε εἴδομεν ἀσθενου̃ντα ἢ ἐν φυλακη̨̃ καὶ ἤλθομεν πρός σε |
40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρει̃ αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τω̃ν ἀδελφω̃ν μου τω̃ν ἐλαχίστων ἐμοὶ ἐποιήσατε |
41 τότε ἐρει̃ καὶ τοι̃ς ἐξ εὐωνύμων πορεύεσθε ἀπ' ἐμου̃ οἱ κατηραμένοι εἰς τò πυ̃ρ τò αἰώνιον τò ἡτοιμασμένον τω̨̃ διαβόλω̨ καὶ τοι̃ς ἀγγέλοις αὐτου̃ |
42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγει̃ν ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με |
43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με γυμνòς καὶ οὐ περιεβάλετέ με ἀσθενὴς καὶ ἐν φυλακη̨̃ καὶ οὐκ ἐπεσκέψασθέ με |
44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες κύριε πότε σε εἴδομεν πεινω̃ντα ἢ διψω̃ντα ἢ ξένον ἢ γυμνòν ἢ ἀσθενη̃ ἢ ἐν φυλακη̨̃ καὶ οὐ διηκονήσαμέν σοι |
45 τότε ἀποκριθήσεται αὐτοι̃ς λέγων ἀμὴν λέγω ὑμι̃ν ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τω̃ν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε |
46 καὶ ἀπελεύσονται οὑ̃τοι εἰς κόλασιν αἰώνιον οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον |