ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 26,
στἰχοι 69-75
69 ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τη̨̃ αὐλη̨̃ καὶ προση̃λθεν αὐτω̨̃ μία παιδίσκη λέγουσα καὶ σὺ ἠ̃σθα μετὰ ’Ιησου̃ του̃ Γαλιλαίου |
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων οὐκ οἰ̃δα τί λέγεις |
71 ἐξελθόντα δὲ εἰς τòν πυλω̃να εἰ̃δεν αὐτòν ἄλλη καὶ λέγει τοι̃ς ἐκει̃ οὑ̃τος ἠ̃ν μετὰ ’Ιησου̃ του̃ Ναζωραίου |
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον |
73 μετὰ μικρòν δὲ προσελθόντες οἱ ἑστω̃τες εἰ̃πον τω̨̃ Πέτρω̨ ἀληθω̃ς καὶ σὺ ἐξ αὐτω̃ν εἰ̃ καὶ γὰρ ἡ λαλιά σου δη̃λόν σε ποιει̃ |
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἰ̃δα τòν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν |
75 καὶ ἐμνήσθη ὁ Πέτρος του̃ ῥήματος ’Ιησου̃ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνη̃σαι τρὶς ἀπαρνήση̨ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρω̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.