ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 5,
στἰχοι 9-19
9 μακάριοι οἱ εἰρηνοποιοί ὅτι αὐτοὶ υἱοὶ θεου̃ κληθήσονται |
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν |
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμα̃ς καὶ διώξωσιν καὶ εἴπωσιν πα̃ν πονηρòν καθ' ὑμω̃ν ψευδόμενοι ἕνεκεν ἐμου̃ |
12 χαίρετε καὶ ἀγαλλια̃σθε ὅτι ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τοι̃ς οὐρανοι̃ς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρò ὑμω̃ν |
13 ὑμει̃ς ἐστε τò ἅλας τη̃ς γη̃ς ἐὰν δὲ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατει̃σθαι ὑπò τω̃ν ἀνθρώπων |
14 ὑμει̃ς ἐστε τò φω̃ς του̃ κόσμου οὐ δύναται πόλις κρυβη̃ναι ἐπάνω ὄρους κειμένη |
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτòν ὑπò τòν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨ |
16 οὕτως λαμψάτω τò φω̃ς ὑμω̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων ὅπως ἴδωσιν ὑμω̃ν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τòν πατέρα ὑμω̃ν τòν ἐν τοι̃ς οὐρανοι̃ς |
17 μὴ νομίσητε ὅτι ἠ̃λθον καταλυ̃σαι τòν νόμον ἢ τοὺς προφήτας οὐκ ἠ̃λθον καταλυ̃σαι ἀλλὰ πληρω̃σαι |
18 ἀμὴν γὰρ λέγω ὑμι̃ν ἕως ἂν παρέλθη̨ ὁ οὐρανòς καὶ ἡ γη̃ ἰω̃τα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθη̨ ἀπò του̃ νόμου ἕως ἂν πάντα γένηται |
19 ὃς ἐὰν οὐ̃ν λύση̨ μίαν τω̃ν ἐντολω̃ν τούτων τω̃ν ἐλαχίστων καὶ διδάξη̨ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν ὃς δ' ἂν ποιήση̨ καὶ διδάξη̨ οὑ̃τος μέγας κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.