ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 9,
στἰχοι 18-26
18 ταυ̃τα αὐτου̃ λαλου̃ντος αὐτοι̃ς ἰδοὺ ἄρχων εἱ̃ς ἐλθὼν προσεκύνει αὐτω̨̃ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χει̃ρά σου ἐπ' αὐτήν καὶ ζήσεται |
19 καὶ ἐγερθεὶς ὁ ’Ιησου̃ς ἠκολούθησεν αὐτω̨̃ καὶ οἱ μαθηταὶ αὐτου̃ |
20 καὶ ἰδοὺ γυνὴ αἱμορροου̃σα δώδεκα ἔτη προσελθου̃σα ὄπισθεν ἥψατο του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ |
21 ἔλεγεν γὰρ ἐν ἑαυτη̨̃ ἐὰν μόνον ἅψωμαι του̃ ἱματίου αὐτου̃ σωθήσομαι |
22 ὁ δὲ ’Ιησου̃ς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἰ̃πεν θάρσει θύγατερ ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπò τη̃ς ὥρας ἐκείνης |
23 καὶ ἐλθὼν ὁ ’Ιησου̃ς εἰς τὴν οἰκίαν του̃ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τòν ὄχλον θορυβούμενον |
24 ἔλεγεν ἀναχωρει̃τε οὐ γὰρ ἀπέθανεν τò κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτου̃ |
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τη̃ς χειρòς αὐτη̃ς καὶ ἠγέρθη τò κοράσιον |
26 καὶ ἐξη̃λθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γη̃ν ἐκείνην |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.