ΑΡΙΘΜΟΙ,
κεφαλίς 2,
στἰχοι 3-9
3 καὶ οἱ παρεμβάλλοντες πρω̃τοι κατ' ἀνατολὰς τάγμα παρεμβολη̃ς Ιουδα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ |
4 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι |
5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ισσαχαρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ |
6 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ζαβουλων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων |
8 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τη̃ς παρεμβολη̃ς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτω̃ν πρω̃τοι ἐξαρου̃σιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.