Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 17

κρείσσων ψωμὸς μεθ' ἡδονη̃ς ἐν εἰρήνη̨ ἢ οἰ̃κος πλήρης πολλω̃ν ἀγαθω̃ν καὶ ἀδίκων θυμάτων μετὰ μάχης
οἰκέτης νοήμων κρατήσει δεσποτω̃ν ἀφρόνων ἐν δὲ ἀδελφοι̃ς διελει̃ται μέρη
ὥσπερ δοκιμάζεται ἐν καμίνω̨ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίω̨
κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν
ὁ καταγελω̃ν πτωχου̃ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένω̨ οὐκ ἀθω̨ωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται
στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτω̃ν
οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίω̨ χείλη ψευδη̃
μισθὸς χαρίτων ἡ παιδεία τοι̃ς χρωμένοις οὑ̃ δ' ἂν ἐπιστρέψη̨ εὐοδωθήσεται
ὃς κρύπτει ἀδικήματα ζητει̃ φιλίαν ὃς δὲ μισει̃ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους
10 συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται
11 ἀντιλογίας ἐγείρει πα̃ς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτω̨̃
12 ἐμπεσει̃ται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιου̃νται κακά
13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθω̃ν οὐ κινηθήσεται κακὰ ἐκ του̃ οἴκου αὐτου̃
14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγει̃ται δὲ τη̃ς ἐνδείας στάσις καὶ μάχη
15 ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεω̨̃
16 ἵνα τί ὑπη̃ρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται
17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννω̃νται
18 ἀνὴρ ἄφρων ἐπικροτει̃ καὶ ἐπιχαίρει ἑαυτω̨̃ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύη̨ τὸν ἑαυτου̃ φίλον
19 φιλαμαρτήμων χαίρει μάχαις
20 ὁ δὲ σκληροκάρδιος οὐ συναντα̨̃ ἀγαθοι̃ς ἀνὴρ εὐμετάβολος γλώσση̨ ἐμπεσει̃ται εἰς κακά
21 καρδία δὲ ἄφρονος ὀδύνη τω̨̃ κεκτημένω̨ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱω̨̃ ἀπαιδεύτω̨ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτου̃
22 καρδία εὐφραινομένη εὐεκτει̃ν ποιει̃ ἀνδρὸς δὲ λυπηρου̃ ξηραίνεται τὰ ὀστα̃
23 λαμβάνοντος δω̃ρα ἐν κόλπω̨ ἀδίκως οὐ κατευοδου̃νται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης
24 πρόσωπον συνετὸν ἀνδρὸς σοφου̃ οἱ δὲ ὀφθαλμοὶ του̃ ἄφρονος ἐπ' ἄκρα γη̃ς
25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τη̨̃ τεκούση̨ αὐτου̃
26 ζημιου̃ν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις
27 ὃς φείδεται ῥη̃μα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος
28 ἀνοήτω̨ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἰ̃ναι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).