Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 22,  στἰχοι 27-29

27 ἐὰν γὰρ μὴ ἔχη̨ς πόθεν ἀποτείση̨ς λήμψονται τὸ στρω̃μα τὸ ὑπὸ τὰς πλευράς σου
28 μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου
29 ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοι̃ς ἔργοις αὐτου̃ βασιλευ̃σι δει̃ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροι̃ς

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 23

1 ἐὰν καθίση̨ς δειπνει̃ν ἐπὶ τραπέζης δυναστω̃ν νοητω̃ς νόει τὰ παρατιθέμενά σοι
2 καὶ ἐπίβαλλε τὴν χει̃ρά σου εἰδὼς ὅτι τοιαυ̃τά σε δει̃ παρασκευάσαι
3 εἰ δὲ ἀπληστότερος εἰ̃ μὴ ἐπιθύμει τω̃ν ἐδεσμάτων αὐτου̃ ταυ̃τα γὰρ ἔχεται ζωη̃ς ψευδου̃ς
4 μὴ παρεκτείνου πένης ὢν πλουσίω̨ τη̨̃ δὲ ση̨̃ ἐννοία̨ ἀπόσχου
5 ἐὰν ἐπιστήση̨ς τὸ σὸν ὄμμα πρὸς αὐτόν οὐδαμου̃ φανει̃ται κατεσκεύασται γὰρ αὐτω̨̃ πτέρυγες ὥσπερ ἀετου̃ καὶ ὑποστρέφει εἰς τὸν οἰ̃κον του̃ προεστηκότος αὐτου̃
6 μὴ συνδείπνει ἀνδρὶ βασκάνω̨ μηδὲ ἐπιθύμει τω̃ν βρωμάτων αὐτου̃
7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα οὕτως ἐσθίει καὶ πίνει
8 μηδὲ πρὸς σὲ εἰσαγάγη̨ς αὐτὸν καὶ φάγη̨ς τὸν ψωμόν σου μετ' αὐτου̃ ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανει̃ται τοὺς λόγους σου τοὺς καλούς
9 εἰς ὠ̃τα ἄφρονος μηδὲν λέγε μήποτε μυκτηρίση̨ τοὺς συνετοὺς λόγους σου
10 μὴ μεταθη̨̃ς ὅρια αἰώνια εἰς δὲ κτη̃μα ὀρφανω̃ν μὴ εἰσέλθη̨ς
11 ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν καὶ κρινει̃ τὴν κρίσιν αὐτω̃ν μετὰ σου̃
12 δὸς εἰς παιδείαν τὴν καρδίαν σου τὰ δὲ ὠ̃τά σου ἑτοίμασον λόγοις αἰσθήσεως
13 μὴ ἀπόσχη̨ νήπιον παιδεύειν ὅτι ἐὰν πατάξη̨ς αὐτὸν ῥάβδω̨ οὐ μὴ ἀποθάνη̨
14 σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδω̨ τὴν δὲ ψυχὴν αὐτου̃ ἐκ θανάτου ῥύση̨
15 υἱέ ἐὰν σοφὴ γένηταί σου ἡ καρδία εὐφρανει̃ς καὶ τὴν ἐμὴν καρδίαν
16 καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὠ̃σιν
17 μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς ἀλλὰ ἐν φόβω̨ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν
18 ἐὰν γὰρ τηρήση̨ς αὐτά ἔσται σοι ἔκγονα ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται
19 ἄκουε υἱέ καὶ σοφὸς γίνου καὶ κατεύθυνε ἐννοίας ση̃ς καρδίας
20 μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαι̃ς κρεω̃ν τε ἀγορασμοι̃ς
21 πα̃ς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πα̃ς ὑπνώδης
22 ἄκουε υἱέ πατρὸς του̃ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ
23 ...
24 καλω̃ς ἐκτρέφει πατὴρ δίκαιος ἐπὶ δὲ υἱω̨̃ σοφω̨̃ εὐφραίνεται ἡ ψυχὴ αὐτου̃
25 εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί καὶ χαιρέτω ἡ τεκου̃σά σε
26 δός μοι υἱέ σὴν καρδίαν οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν
27 πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἰ̃κος καὶ φρέαρ στενὸν ἀλλότριον
28 οὑ̃τος γὰρ συντόμως ἀπολει̃ται καὶ πα̃ς παράνομος ἀναλωθήσεται
29 τίνι οὐαί τίνι θόρυβος τίνι κρίσις τίνι ἀηδίαι καὶ λέσχαι τίνι συντρίμματα διὰ κενη̃ς τίνος πέλειοι οἱ ὀφθαλμοί
30 οὐ τω̃ν ἐγχρονιζόντων ἐν οἴνοις οὐ τω̃ν ἰχνευόντων που̃ πότοι γίνονται
31 μὴ μεθύσκεσθε οἴνω̨ ἀλλὰ ὁμιλει̃τε ἀνθρώποις δικαίοις καὶ ὁμιλει̃τε ἐν περιπάτοις ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δω̨̃ς τοὺς ὀφθαλμούς σου ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου
32 τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχει̃ται αὐτω̨̃ ὁ ἰός
33 οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν τὸ στόμα σου τότε λαλήσει σκολιά
34 καὶ κατακείση̨ ὥσπερ ἐν καρδία̨ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλω̨̃ κλύδωνι
35 ἐρει̃ς δέ τύπτουσίν με καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξάν μοι ἐγὼ δὲ οὐκ ἤ̨δειν πότε ὄρθρος ἔσται ἵνα ἐλθὼν ζητήσω μεθ' ὡ̃ν συνελεύσομαι

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 24,  στἰχοι 1-22

1 υἱέ μὴ ζηλώση̨ς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήση̨ς εἰ̃ναι μετ' αὐτω̃ν
2 ψεύδη γὰρ μελετα̨̃ ἡ καρδία αὐτω̃ν καὶ πόνους τὰ χείλη αὐτω̃ν λαλει̃
3 μετὰ σοφίας οἰκοδομει̃ται οἰ̃κος καὶ μετὰ συνέσεως ἀνορθου̃ται
4 μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλου̃
5 κρείσσων σοφὸς ἰσχυρου̃ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου
6 μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικη̃ς
7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφω̃ν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου
8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντα̨̃ θάνατος
9 ἀποθνή̨σκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμω̨̃ ἐμμολυνθήσεται
10 ἐν ἡμέρα̨ κακη̨̃ καὶ ἐν ἡμέρα̨ θλίψεως ἕως ἂν ἐκλίπη̨
11 ῥυ̃σαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείση̨
12 ἐὰν δὲ εἴπη̨ς οὐκ οἰ̃δα του̃τον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πα̃σιν αὐτὸς οἰ̃δεν πάντα ὃς ἀποδίδωσιν ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃
13 φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθη̨̃ σου ὁ φάρυγξ
14 οὕτως αἰσθήση̨ σοφίαν τη̨̃ ση̨̃ ψυχη̨̃ ἐὰν γὰρ εὕρη̨ς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει
15 μὴ προσαγάγη̨ς ἀσεβη̃ νομη̨̃ δικαίων μηδὲ ἀπατηθη̨̃ς χορτασία̨ κοιλίας
16 ἑπτάκι γὰρ πεσει̃ται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν κακοι̃ς
17 ἐὰν πέση̨ ὁ ἐχθρός σου μὴ ἐπιχαρη̨̃ς αὐτω̨̃ ἐν δὲ τω̨̃ ὑποσκελίσματι αὐτου̃ μὴ ἐπαίρου
18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτω̨̃ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτου̃ ἀπ' αὐτου̃
19 μὴ χαι̃ρε ἐπὶ κακοποιοι̃ς μηδὲ ζήλου ἁμαρτωλούς
20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρω̃ν λαμπτὴρ δὲ ἀσεβω̃ν σβεσθήσεται
21 φοβου̃ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρω̨ αὐτω̃ν ἀπειθήση̨ς
22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβει̃ς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).