ΠΑΡΟΙΜΙΑΙ,
κεφαλίς 24,
στἰχοι 23-34
23 ταυ̃τα δὲ λέγω ὑμι̃ν τοι̃ς σοφοι̃ς ἐπιγινώσκειν αἰδει̃σθαι πρόσωπον ἐν κρίσει οὐ καλόν |
24 ὁ εἰπὼν τὸν ἀσεβη̃ δίκαιός ἐστιν ἐπικατάρατος λαοι̃ς ἔσται καὶ μισητὸς εἰς ἔθνη |
25 οἱ δὲ ἐλέγχοντες βελτίους φανου̃νται ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή |
26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς |
27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἰ̃κόν σου |
28 μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοι̃ς χείλεσιν |
29 μὴ εἴπη̨ς ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτω̨̃ τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν |
30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενω̃ν |
31 ἐὰν ἀφη̨̃ς αὐτόν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος οἱ δὲ φραγμοὶ τω̃ν λίθων αὐτου̃ κατασκάπτονται |
32 ὕστερον ἐγὼ μετενόησα ἐπέβλεψα του̃ ἐκλέξασθαι παιδείαν |
33 ὀλίγον νυστάζω ὀλίγον δὲ καθυπνω̃ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη |
34 ἐὰν δὲ του̃το ποιη̨̃ς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.