Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 5

1 υἱέ ἐμη̨̃ σοφία̨ πρόσεχε ἐμοι̃ς δὲ λόγοις παράβαλλε σὸν οὐ̃ς
2 ἵνα φυλάξη̨ς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμω̃ν χειλέων ἐντέλλομαί σοι
3 μὴ πρόσεχε φαύλη̨ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα
4 ὕστερον μέντοι πικρότερον χολη̃ς εὑρήσεις καὶ ἠκονημένον μα̃λλον μαχαίρας διστόμου
5 τη̃ς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτη̨̃ μετὰ θανάτου εἰς τὸν ἅ̨δην τὰ δὲ ἴχνη αὐτη̃ς οὐκ ἐρείδεται
6 ὁδοὺς γὰρ ζωη̃ς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτη̃ς καὶ οὐκ εὔγνωστοι
7 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήση̨ς ἐμοὺς λόγους
8 μακρὰν ποίησον ἀπ' αὐτη̃ς σὴν ὁδόν μὴ ἐγγίση̨ς πρὸς θύραις οἴκων αὐτη̃ς
9 ἵνα μὴ πρόη̨ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν
10 ἵνα μὴ πλησθω̃σιν ἀλλότριοι ση̃ς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν
11 καὶ μεταμεληθήση̨ ἐπ' ἐσχάτων ἡνίκα ἂν κατατριβω̃σιν σάρκες σώματός σου
12 καὶ ἐρει̃ς πω̃ς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου
13 οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὐ̃ς μου
14 παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακω̨̃ ἐν μέσω̨ ἐκκλησίας καὶ συναγωγη̃ς
15 πι̃νε ὕδατα ἀπὸ σω̃ν ἀγγείων καὶ ἀπὸ σω̃ν φρεάτων πηγη̃ς
16 μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τη̃ς ση̃ς πηγη̃ς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα
17 ἔστω σοι μόνω̨ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι
18 ἡ πηγή σου του̃ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τη̃ς ἐκ νεότητός σου
19 ἔλαφος φιλίας καὶ πω̃λος σω̃ν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρω̨̃ ἐν γὰρ τη̨̃ ταύτης φιλία̨ συμπεριφερόμενος πολλοστὸς ἔση̨
20 μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τη̃ς μὴ ἰδίας
21 ἐνώπιον γάρ εἰσιν τω̃ν του̃ θεου̃ ὀφθαλμω̃ν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτου̃ σκοπεύει
22 παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραι̃ς δὲ τω̃ν ἑαυτου̃ ἁμαρτιω̃ν ἕκαστος σφίγγεται
23 οὑ̃τος τελευτα̨̃ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τη̃ς ἑαυτου̃ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι' ἀφροσύνην
Читать далее:ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 6
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).