Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 101

προσευχὴ τω̨̃ πτωχω̨̃ ὅταν ἀκηδιάση̨ καὶ ἐναντίον κυρίου ἐκχέη̨ τὴν δέησιν αὐτου̃
εἰσάκουσον κύριε τη̃ς προσευχη̃ς μου καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω
μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ ἐν ἡ̨̃ ἂν ἡμέρα̨ θλίβωμαι κλι̃νον τὸ οὐ̃ς σου πρός με ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ταχὺ εἰσάκουσόν μου
ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου καὶ τὰ ὀστα̃ μου ὡσεὶ φρύγιον συνεφρύγησαν
ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου ὅτι ἐπελαθόμην του̃ φαγει̃ν τὸν ἄρτον μου
ἀπὸ φωνη̃ς του̃ στεναγμου̃ μου ἐκολλήθη τὸ ὀστου̃ν μου τη̨̃ σαρκί μου
ὡμοιώθην πελεκα̃νι ἐρημικω̨̃ ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδω̨
ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι
ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου καὶ οἱ ἐπαινου̃ντές με κατ' ἐμου̃ ὤμνυον
10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμου̃ ἐκίρνων
11 ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου καὶ του̃ θυμου̃ σου ὅτι ἐπάρας κατέρραξάς με
12 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην
13 σὺ δέ κύριε εἰς τὸν αἰω̃να μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
14 σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων ὅτι καιρὸς του̃ οἰκτιρη̃σαι αὐτήν ὅτι ἥκει καιρός
15 ὅτι εὐδόκησαν οἱ δου̃λοί σου τοὺς λίθους αὐτη̃ς καὶ τὸν χου̃ν αὐτη̃ς οἰκτιρήσουσιν
16 καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς τὴν δόξαν σου
17 ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀφθήσεται ἐν τη̨̃ δόξη̨ αὐτου̃
18 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τω̃ν ταπεινω̃ν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτω̃ν
19 γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον
20 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτου̃ κύριος ἐξ οὐρανου̃ ἐπὶ τὴν γη̃ν ἐπέβλεψεν
21 του̃ ἀκου̃σαι τὸν στεναγμὸν τω̃ν πεπεδημένων του̃ λυ̃σαι τοὺς υἱοὺς τω̃ν τεθανατωμένων
22 του̃ ἀναγγει̃λαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτου̃ ἐν Ιερουσαλημ
23 ἐν τω̨̃ συναχθη̃ναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας του̃ δουλεύειν τω̨̃ κυρίω̨
24 ἀπεκρίθη αὐτω̨̃ ἐν ὁδω̨̃ ἰσχύος αὐτου̃ τὴν ὀλιγότητα τω̃ν ἡμερω̃ν μου ἀνάγγειλόν μοι
25 μὴ ἀναγάγη̨ς με ἐν ἡμίσει ἡμερω̃ν μου ἐν γενεα̨̃ γενεω̃ν τὰ ἔτη σου
26 κατ' ἀρχὰς σύ κύριε τὴν γη̃ν ἐθεμελίωσας καὶ ἔργα τω̃ν χειρω̃ν σού εἰσιν οἱ οὐρανοί
27 αὐτοὶ ἀπολου̃νται σὺ δὲ διαμενει̃ς καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς καὶ ἀλλαγήσονται
28 σὺ δὲ ὁ αὐτὸς εἰ̃ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
29 οἱ υἱοὶ τω̃ν δούλων σου κατασκηνώσουσιν καὶ τὸ σπέρμα αὐτω̃ν εἰς τὸν αἰω̃να κατευθυνθήσεται
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 102
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).