Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 103

τω̨̃ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον κύριε ὁ θεός μου ἐμεγαλύνθης σφόδρα ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φω̃ς ὡς ἱμάτιον ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν
ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερω̨̃α αὐτου̃ ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτου̃ ὁ περιπατω̃ν ἐπὶ πτερύγων ἀνέμων
ὁ ποιω̃ν τοὺς ἀγγέλους αὐτου̃ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτου̃ πυ̃ρ φλέγον
ἐθεμελίωσεν τὴν γη̃ν ἐπὶ τὴν ἀσφάλειαν αὐτη̃ς οὐ κλιθήσεται εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτου̃ ἐπὶ τω̃ν ὀρέων στήσονται ὕδατα
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνη̃ς βροντη̃ς σου δειλιάσουσιν
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοι̃ς
ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γη̃ν
10 ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν ἀνὰ μέσον τω̃ν ὀρέων διελεύσονται ὕδατα
11 ποτιου̃σιν πάντα τὰ θηρία του̃ ἀγρου̃ προσδέξονται ὄναγροι εἰς δίψαν αὐτω̃ν
12 ἐπ' αὐτὰ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσει ἐκ μέσου τω̃ν πετρω̃ν δώσουσιν φωνήν
13 ποτίζων ὄρη ἐκ τω̃ν ὑπερώ̨ων αὐτου̃ ἀπὸ καρπου̃ τω̃ν ἔργων σου χορτασθήσεται ἡ γη̃
14 ἐξανατέλλων χόρτον τοι̃ς κτήνεσιν καὶ χλόην τη̨̃ δουλεία̨ τω̃ν ἀνθρώπων του̃ ἐξαγαγει̃ν ἄρτον ἐκ τη̃ς γη̃ς
15 καὶ οἰ̃νος εὐφραίνει καρδίαν ἀνθρώπου του̃ ἱλαρυ̃ναι πρόσωπον ἐν ἐλαίω̨ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει
16 χορτασθήσεται τὰ ξύλα του̃ πεδίου αἱ κέδροι του̃ Λιβάνου ἃς ἐφύτευσεν
17 ἐκει̃ στρουθία ἐννοσσεύσουσιν του̃ ἐρωδιου̃ ἡ οἰκία ἡγει̃ται αὐτω̃ν
18 ὄρη τὰ ὑψηλὰ ται̃ς ἐλάφοις πέτρα καταφυγὴ τοι̃ς χοιρογρυλλίοις
19 ἐποίησεν σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτου̃
20 ἔθου σκότος καὶ ἐγένετο νύξ ἐν αὐτη̨̃ διελεύσονται πάντα τὰ θηρία του̃ δρυμου̃
21 σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητη̃σαι παρὰ του̃ θεου̃ βρω̃σιν αὐτοι̃ς
22 ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ται̃ς μάνδραις αὐτω̃ν κοιτασθήσονται
23 ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτου̃ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτου̃ ἕως ἑσπέρας
24 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε πάντα ἐν σοφία̨ ἐποίησας ἐπληρώθη ἡ γη̃ τη̃ς κτήσεώς σου
25 αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἐκει̃ ἑρπετά ὡ̃ν οὐκ ἔστιν ἀριθμός ζω̨̃α μικρὰ μετὰ μεγάλων
26 ἐκει̃ πλοι̃α διαπορεύονται δράκων οὑ̃τος ὃν ἔπλασας ἐμπαίζειν αὐτω̨̃
27 πάντα πρὸς σὲ προσδοκω̃σιν δου̃ναι τὴν τροφὴν αὐτοι̃ς εὔκαιρον
28 δόντος σου αὐτοι̃ς συλλέξουσιν ἀνοίξαντος δέ σου τὴν χει̃ρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος
29 ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται ἀντανελει̃ς τὸ πνευ̃μα αὐτω̃ν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χου̃ν αὐτω̃ν ἐπιστρέψουσιν
30 ἐξαποστελει̃ς τὸ πνευ̃μά σου καὶ κτισθήσονται καὶ ἀνακαινιει̃ς τὸ πρόσωπον τη̃ς γη̃ς
31 ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰω̃να εὐφρανθήσεται κύριος ἐπὶ τοι̃ς ἔργοις αὐτου̃
32 ὁ ἐπιβλέπων ἐπὶ τὴν γη̃ν καὶ ποιω̃ν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τω̃ν ὀρέων καὶ καπνίζονται
33 ἄ̨σω τω̨̃ κυρίω̨ ἐν τη̨̃ ζωη̨̃ μου ψαλω̃ τω̨̃ θεω̨̃ μου ἕως ὑπάρχω
34 ἡδυνθείη αὐτω̨̃ ἡ διαλογή μου ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τω̨̃ κυρίω̨
35 ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τη̃ς γη̃ς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς εὐλόγει ἡ ψυχή μου τὸν κύριον
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 104
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).