ΨΑΛΜΟΙ,
ψαλμὀς 121
1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν εὐφράνθην ἐπὶ τοι̃ς εἰρηκόσιν μοι εἰς οἰ̃κον κυρίου πορευσόμεθα |
2 ἑστω̃τες ἠ̃σαν οἱ πόδες ἡμω̃ν ἐν ται̃ς αὐλαι̃ς σου Ιερουσαλημ |
3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἡ̃ς ἡ μετοχὴ αὐτη̃ς ἐπὶ τὸ αὐτό |
4 ἐκει̃ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τω̨̃ Ισραηλ του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματι κυρίου |
5 ὅτι ἐκει̃ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἰ̃κον Δαυιδ |
6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοι̃ς ἀγαπω̃σίν σε |
7 γενέσθω δὴ εἰρήνη ἐν τη̨̃ δυνάμει σου καὶ εὐθηνία ἐν ται̃ς πυργοβάρεσίν σου |
8 ἕνεκα τω̃ν ἀδελφω̃ν μου καὶ τω̃ν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σου̃ |
9 ἕνεκα του̃ οἴκου κυρίου του̃ θεου̃ ἡμω̃ν ἐξεζήτησα ἀγαθά σοι |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.