ΨΑΛΜΟΙ,
ψαλμὀς 137
1 τω̨̃ Δαυιδ ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου ὅτι ἤκουσας τὰ ῥήματα του̃ στόματός μου καὶ ἐναντίον ἀγγέλων ψαλω̃ σοι |
2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τω̨̃ ὀνόματί σου ἐπὶ τω̨̃ ἐλέει σου καὶ τη̨̃ ἀληθεία̨ σου ὅτι ἐμεγάλυνας ἐπὶ πα̃ν ὄνομα τὸ λόγιόν σου |
3 ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου πολυωρήσεις με ἐν ψυχη̨̃ μου ἐν δυνάμει |
4 ἐξομολογησάσθωσάν σοι κύριε πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς ὅτι ἤκουσαν πάντα τὰ ῥήματα του̃ στόματός σου |
5 καὶ ἀ̨σάτωσαν ἐν ται̃ς ὁδοι̃ς κυρίου ὅτι μεγάλη ἡ δόξα κυρίου |
6 ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορα̨̃ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει |
7 ἐὰν πορευθω̃ ἐν μέσω̨ θλίψεως ζήσεις με ἐπ' ὀργὴν ἐχθρω̃ν μου ἐξέτεινας χει̃ρά σου καὶ ἔσωσέν με ἡ δεξιά σου |
8 κύριος ἀνταποδώσει ὑπὲρ ἐμου̃ κύριε τὸ ἔλεός σου εἰς τὸν αἰω̃να τὰ ἔργα τω̃ν χειρω̃ν σου μὴ παρη̨̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.