Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 16

1 προσευχὴ του̃ Δαυιδ εἰσάκουσον κύριε τη̃ς δικαιοσύνης μου πρόσχες τη̨̃ δεήσει μου ἐνώτισαι τη̃ς προσευχη̃ς μου οὐκ ἐν χείλεσιν δολίοις
2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας
3 ἐδοκίμασας τὴν καρδίαν μου ἐπεσκέψω νυκτός ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία
4 ὅπως ἂν μὴ λαλήση̨ τὸ στόμα μου τὰ ἔργα τω̃ν ἀνθρώπων διὰ τοὺς λόγους τω̃ν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς
5 κατάρτισαι τὰ διαβήματά μου ἐν ται̃ς τρίβοις σου ἵνα μὴ σαλευθω̃σιν τὰ διαβήματά μου
6 ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ θεός κλι̃νον τὸ οὐ̃ς σου ἐμοὶ καὶ εἰσάκουσον τω̃ν ῥημάτων μου
7 θαυμάστωσον τὰ ἐλέη σου ὁ σώ̨ζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τω̃ν ἀνθεστηκότων τη̨̃ δεξια̨̃ σου
8 φύλαξόν με ὡς κόραν ὀφθαλμου̃ ἐν σκέπη̨ τω̃ν πτερύγων σου σκεπάσεις με
9 ἀπὸ προσώπου ἀσεβω̃ν τω̃ν ταλαιπωρησάντων με οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον
10 τὸ στέαρ αὐτω̃ν συνέκλεισαν τὸ στόμα αὐτω̃ν ἐλάλησεν ὑπερηφανίαν
11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἔθεντο ἐκκλι̃ναι ἐν τη̨̃ γη̨̃
12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκω̃ν ἐν ἀποκρύφοις
13 ἀνάστηθι κύριε πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς ῥυ̃σαι τὴν ψυχήν μου ἀπὸ ἀσεβου̃ς ῥομφαίαν σου ἀπὸ ἐχθρω̃ν τη̃ς χειρός σου
14 κύριε ἀπὸ ὀλίγων ἀπὸ γη̃ς διαμέρισον αὐτοὺς ἐν τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ τω̃ν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτω̃ν ἐχορτάσθησαν υἱω̃ν καὶ ἀφη̃καν τὰ κατάλοιπα τοι̃ς νηπίοις αὐτω̃ν
15 ἐγὼ δὲ ἐν δικαιοσύνη̨ ὀφθήσομαι τω̨̃ προσώπω̨ σου χορτασθήσομαι ἐν τω̨̃ ὀφθη̃ναι τὴν δόξαν σου
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 17
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).