ΨΑΛΜΟΙ,
ψαλμὀς 19
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ |
2 ἐπακούσαι σου κύριος ἐν ἡμέρα̨ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα του̃ θεου̃ Ιακωβ |
3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου |
4 μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα |
5 δώ̨η σοι κατὰ τὴν καρδίαν σου καὶ πα̃σαν τὴν βουλήν σου πληρώσαι |
6 ἀγαλλιασόμεθα ἐν τω̨̃ σωτηρίω̨ σου καὶ ἐν ὀνόματι θεου̃ ἡμω̃ν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου |
7 νυ̃ν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτου̃ ἐπακούσεται αὐτου̃ ἐξ οὐρανου̃ ἁγίου αὐτου̃ ἐν δυναστείαις ἡ σωτηρία τη̃ς δεξια̃ς αὐτου̃ |
8 οὑ̃τοι ἐν ἅρμασιν καὶ οὑ̃τοι ἐν ἵπποις ἡμει̃ς δὲ ἐν ὀνόματι κυρίου θεου̃ ἡμω̃ν μεγαλυνθησόμεθα |
9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμει̃ς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν |
10 κύριε σω̃σον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμω̃ν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλεσώμεθά σε |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.