ΨΑΛΜΟΙ,
ψαλμὀς 29,
στἰχοι 1-12
1 εἰς τὸ τέλος ψαλμὸς ὠ̨δη̃ς του̃ ἐγκαινισμου̃ του̃ οἴκου τω̨̃ Δαυιδ |
2 ὑψώσω σε κύριε ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ |
3 κύριε ὁ θεός μου ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με |
4 κύριε ἀνήγαγες ἐξ ἅ̨δου τὴν ψυχήν μου ἔσωσάς με ἀπὸ τω̃ν καταβαινόντων εἰς λάκκον |
5 ψάλατε τω̨̃ κυρίω̨ οἱ ὅσιοι αὐτου̃ καὶ ἐξομολογει̃σθε τη̨̃ μνήμη̨ τη̃ς ἁγιωσύνης αὐτου̃ |
6 ὅτι ὀργὴ ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ καὶ ζωὴ ἐν τω̨̃ θελήματι αὐτου̃ τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις |
7 ἐγὼ δὲ εἰ̃πα ἐν τη̨̃ εὐθηνία̨ μου οὐ μὴ σαλευθω̃ εἰς τὸν αἰω̃να |
8 κύριε ἐν τω̨̃ θελήματί σου παρέσχου τω̨̃ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος |
9 πρὸς σέ κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι |
10 τίς ὠφέλεια ἐν τω̨̃ αἵματί μου ἐν τω̨̃ καταβη̃ναί με εἰς διαφθοράν μὴ ἐξομολογήσεταί σοι χου̃ς ἢ ἀναγγελει̃ τὴν ἀλήθειάν σου |
11 ἤκουσεν κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου |
12 ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.