ΨΑΛΜΟΙ,
ψαλμὀς 42
1 ψαλμὸς τω̨̃ Δαυιδ κρι̃νόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥυ̃σαί με |
2 ὅτι σὺ εἰ̃ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου |
3 ἐξαπόστειλον τὸ φω̃ς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου |
4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον του̃ θεου̃ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρα̨ ὁ θεὸς ὁ θεός μου |
5 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.