Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 64

εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ὠ̨δή Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ του̃ λόγου τη̃ς παροικίας ὅτε ἔμελλον ἐκπορεύεσθαι
σοὶ πρέπει ὕμνος ὁ θεός ἐν Σιων καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ
εἰσάκουσον προσευχη̃ς μου πρὸς σὲ πα̃σα σὰρξ ἥξει
λόγοι ἀνομιω̃ν ὑπερεδυνάμωσαν ἡμα̃ς καὶ τὰς ἀσεβείας ἡμω̃ν σὺ ἱλάση̨
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου κατασκηνώσει ἐν ται̃ς αὐλαι̃ς σου πλησθησόμεθα ἐν τοι̃ς ἀγαθοι̃ς του̃ οἴκου σου ἅγιος ὁ ναός σου θαυμαστὸς ἐν δικαιοσύνη̨
ἐπάκουσον ἡμω̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἡ ἐλπὶς πάντων τω̃ν περάτων τη̃ς γη̃ς καὶ ἐν θαλάσση̨ μακράν
ἑτοιμάζων ὄρη ἐν τη̨̃ ἰσχύι αὐτου̃ περιεζωσμένος ἐν δυναστεία̨
ὁ συνταράσσων τὸ κύτος τη̃ς θαλάσσης ἤχους κυμάτων αὐτη̃ς ταραχθήσονται τὰ ἔθνη
καὶ φοβηθήσονται οἱ κατοικου̃ντες τὰ πέρατα ἀπὸ τω̃ν σημείων σου ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις
10 ἐπεσκέψω τὴν γη̃ν καὶ ἐμέθυσας αὐτήν ἐπλήθυνας του̃ πλουτίσαι αὐτήν ὁ ποταμὸς του̃ θεου̃ ἐπληρώθη ὑδάτων ἡτοίμασας τὴν τροφὴν αὐτω̃ν ὅτι οὕτως ἡ ἑτοιμασία σου
11 τοὺς αὔλακας αὐτη̃ς μέθυσον πλήθυνον τὰ γενήματα αὐτη̃ς ἐν ται̃ς σταγόσιν αὐτη̃ς εὐφρανθήσεται ἀνατέλλουσα
12 εὐλογήσεις τὸν στέφανον του̃ ἐνιαυτου̃ τη̃ς χρηστότητός σου καὶ τὰ πεδία σου πλησθήσονται πιότητος
13 πιανθήσονται τὰ ὡραι̃α τη̃ς ἐρήμου καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται
14 ἐνεδύσαντο οἱ κριοὶ τω̃ν προβάτων καὶ αἱ κοιλάδες πληθυνου̃σι σι̃τον κεκράξονται καὶ γὰρ ὑμνήσουσιν
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 65
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).