ΨΑΛΜΟΙ,
ψαλμὀς 76
1 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τω̨̃ Ασαφ ψαλμός |
2 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα φωνη̨̃ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι |
3 ἐν ἡμέρα̨ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ται̃ς χερσίν μου νυκτὸς ἐναντίον αὐτου̃ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθη̃ναι ἡ ψυχή μου |
4 ἐμνήσθην του̃ θεου̃ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνευ̃μά μου διάψαλμα |
5 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα |
6 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα |
7 νυκτὸς μετὰ τη̃ς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνευ̃μά μου |
8 μὴ εἰς τοὺς αἰω̃νας ἀπώσεται κύριος καὶ οὐ προσθήσει του̃ εὐδοκη̃σαι ἔτι |
9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτου̃ ἀποκόψει ἀπὸ γενεα̃ς εἰς γενεάν |
10 ἢ ἐπιλήσεται του̃ οἰκτιρη̃σαι ὁ θεὸς ἢ συνέξει ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ τοὺς οἰκτιρμοὺς αὐτου̃ διάψαλμα |
11 καὶ εἰ̃πα νυ̃ν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τη̃ς δεξια̃ς του̃ ὑψίστου |
12 ἐμνήσθην τω̃ν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τη̃ς ἀρχη̃ς τω̃ν θαυμασίων σου |
13 καὶ μελετήσω ἐν πα̃σιν τοι̃ς ἔργοις σου καὶ ἐν τοι̃ς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω |
14 ὁ θεός ἐν τω̨̃ ἁγίω̨ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμω̃ν |
15 σὺ εἰ̃ ὁ θεὸς ὁ ποιω̃ν θαυμάσια ἐγνώρισας ἐν τοι̃ς λαοι̃ς τὴν δύναμίν σου |
16 ἐλυτρώσω ἐν τω̨̃ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα |
17 εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλη̃θος ἤχους ὑδάτων |
18 φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται |
19 φωνὴ τη̃ς βροντη̃ς σου ἐν τω̨̃ τροχω̨̃ ἔφαναν αἱ ἀστραπαί σου τη̨̃ οἰκουμένη̨ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γη̃ |
20 ἐν τη̨̃ θαλάσση̨ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοι̃ς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται |
21 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυση̃ καὶ Ααρων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.