Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 87

ὠ̨δὴ ψαλμου̃ τοι̃ς υἱοι̃ς Κορε εἰς τὸ τέλος ὑπὲρ μαελεθ του̃ ἀποκριθη̃ναι συνέσεως Αιμαν τω̨̃ Ισραηλίτη̨
κύριε ὁ θεὸς τη̃ς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλι̃νον τὸ οὐ̃ς σου εἰς τὴν δέησίν μου κύριε
ὅτι ἐπλήσθη κακω̃ν ἡ ψυχή μου καὶ ἡ ζωή μου τω̨̃ ἅ̨δη̨ ἤγγισεν
προσελογίσθην μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροι̃ς ἐλεύθερος
ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφω̨ ὡ̃ν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τη̃ς χειρός σου ἀπώσθησαν
ἔθεντό με ἐν λάκκω̨ κατωτάτω̨ ἐν σκοτεινοι̃ς καὶ ἐν σκια̨̃ θανάτου
ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες διάψαλμα
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμου̃ ἔθεντό με βδέλυγμα ἑαυτοι̃ς παρεδόθην καὶ οὐκ ἐξεπορευόμην
10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χει̃ράς μου
11 μὴ τοι̃ς νεκροι̃ς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι
12 μὴ διηγήσεταί τις ἐν τάφω̨ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τη̨̃ ἀπωλεία̨
13 μὴ γνωσθήσεται ἐν τω̨̃ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γη̨̃ ἐπιλελησμένη̨
14 κἀγὼ πρὸς σέ κύριε ἐκέκραξα καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε
15 ἵνα τί κύριε ἀπωθει̃ς τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμου̃
16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
17 ἐπ' ἐμὲ διη̃λθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
19 ἐμάκρυνας ἀπ' ἐμου̃ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 88
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).