ΨΑΛΜΟΙ,
ψαλμὀς 94
1 αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ δευ̃τε ἀγαλλιασώμεθα τω̨̃ κυρίω̨ ἀλαλάξωμεν τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρι ἡμω̃ν |
2 προφθάσωμεν τὸ πρόσωπον αὐτου̃ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοι̃ς ἀλαλάξωμεν αὐτω̨̃ |
3 ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς |
4 ὅτι ἐν τη̨̃ χειρὶ αὐτου̃ τὰ πέρατα τη̃ς γη̃ς καὶ τὰ ὕψη τω̃ν ὀρέων αὐτου̃ εἰσιν |
5 ὅτι αὐτου̃ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν καὶ τὴν ξηρὰν αἱ χει̃ρες αὐτου̃ ἔπλασαν |
6 δευ̃τε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτω̨̃ καὶ κλαύσωμεν ἐναντίον κυρίου του̃ ποιήσαντος ἡμα̃ς |
7 ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμω̃ν καὶ ἡμει̃ς λαὸς νομη̃ς αὐτου̃ καὶ πρόβατα χειρὸς αὐτου̃ σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε |
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃ κατὰ τὴν ἡμέραν του̃ πειρασμου̃ ἐν τη̨̃ ἐρήμω̨ |
9 οὑ̃ ἐπείρασαν οἱ πατέρες ὑμω̃ν ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου |
10 τεσσαράκοντα ἔτη προσώχθισα τη̨̃ γενεα̨̃ ἐκείνη̨ καὶ εἰ̃πα ἀεὶ πλανω̃νται τη̨̃ καρδία̨ καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου |
11 ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.