ΨΑΛΜΟΙ,
ψαλμὀς 97
1 ψαλμὸς τω̨̃ Δαυιδ ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτω̨̃ ἡ δεξιὰ αὐτου̃ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτου̃ |
2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτου̃ ἐναντίον τω̃ν ἐθνω̃ν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτου̃ |
3 ἐμνήσθη του̃ ἐλέους αὐτου̃ τω̨̃ Ιακωβ καὶ τη̃ς ἀληθείας αὐτου̃ τω̨̃ οἴκω̨ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τη̃ς γη̃ς τὸ σωτήριον του̃ θεου̃ ἡμω̃ν |
4 ἀλαλάξατε τω̨̃ θεω̨̃ πα̃σα ἡ γη̃ ἄ̨σατε καὶ ἀγαλλια̃σθε καὶ ψάλατε |
5 ψάλατε τω̨̃ κυρίω̨ ἐν κιθάρα̨ ἐν κιθάρα̨ καὶ φωνη̨̃ ψαλμου̃ |
6 ἐν σάλπιγξιν ἐλαται̃ς καὶ φωνη̨̃ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον του̃ βασιλέως κυρίου |
7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτη̃ς ἡ οἰκουμένη καὶ οἱ κατοικου̃ντες ἐν αὐτη̨̃ |
8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται |
9 ὅτι ἥκει κρι̃ναι τὴν γη̃ν κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ καὶ λαοὺς ἐν εὐθύτητι |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.