1 μετὰ ταυ̃τα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλου̃ ἐν τω̨̃ οὐρανω̨̃ λεγόντων ἁλληλουϊά ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις του̃ θεου̃ ἡμω̃ν |
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτου̃ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γη̃ν ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ ἐξεδίκησεν τò αἱ̃μα τω̃ν δούλων αὐτου̃ ἐκ χειρòς αὐτη̃ς |
3 καὶ δεύτερον εἴρηκαν ἁλληλουϊά καὶ ὁ καπνòς αὐτη̃ς ἀναβαίνει εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων |
4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζω̨̃α καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ λέγοντες ἀμήν ἁλληλουϊά |
5 καὶ φωνὴ ἀπò του̃ θρόνου ἐξη̃λθεν λέγουσα αἰνει̃τε τω̨̃ θεω̨̃ ἡμω̃ν πάντες οἱ δου̃λοι αὐτου̃ καὶ οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγάλοι |
6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλου̃ καὶ ὡς φωνὴν ὑδάτων πολλω̃ν καὶ ὡς φωνὴν βροντω̃ν ἰσχυρω̃ν λεγόντων ἁλληλουϊά ὅτι ἐβασίλευσεν κύριος ὁ θεòς ἡμω̃ν ὁ παντοκράτωρ |
7 χαίρωμεν καὶ ἀγαλλιω̃μεν καὶ δώσωμεν τὴν δόξαν αὐτω̨̃ ὅτι ἠ̃λθεν ὁ γάμος του̃ ἀρνίου καὶ ἡ γυνὴ αὐτου̃ ἡτοίμασεν ἑαυτήν |
8 καὶ ἐδόθη αὐτη̨̃ ἵνα περιβάληται βύσσινον λαμπρòν καθαρόν τò γὰρ βύσσινον τὰ δικαιώματα τω̃ν ἁγίων ἐστίν |
9 καὶ λέγει μοι γράψον μακάριοι οἱ εἰς τò δει̃πνον του̃ γάμου του̃ ἀρνίου κεκλημένοι καὶ λέγει μοι οὑ̃τοι οἱ λόγοι ἀληθινοὶ του̃ θεου̃ εἰσιν |
10 καὶ ἔπεσα ἔμπροσθεν τω̃ν ποδω̃ν αὐτου̃ προσκυνη̃σαι αὐτω̨̃ καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τω̃ν ἀδελφω̃ν σου τω̃ν ἐχόντων τὴν μαρτυρίαν ’Ιησου̃ τω̨̃ θεω̨̃ προσκύνησον ἡ γὰρ μαρτυρία ’Ιησου̃ ἐστιν τò πνευ̃μα τη̃ς προφητείας |
11 καὶ εἰ̃δον τòν οὐρανòν ἠνεω̨γμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ' αὐτòν καλούμενος πιστòς καὶ ἀληθινός καὶ ἐν δικαιοσύνη̨ κρίνει καὶ πολεμει̃ |
12 οἱ δὲ ὀφθαλμοὶ αὐτου̃ ὡς φλòξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτου̃ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἰ̃δεν εἰ μὴ αὐτός |
13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ κέκληται τò ὄνομα αὐτου̃ ὁ λόγος του̃ θεου̃ |
14 καὶ τὰ στρατεύματα τὰ ἐν τω̨̃ οὐρανω̨̃ ἠκολούθει αὐτω̨̃ ἐφ' ἵπποις λευκοι̃ς ἐνδεδυμένοι βύσσινον λευκòν καθαρόν |
15 καὶ ἐκ του̃ στόματος αὐτου̃ ἐκπορεύεται ῥομφαία ὀξει̃α ἵνα ἐν αὐτη̨̃ πατάξη̨ τὰ ἔθνη καὶ αὐτòς ποιμανει̃ αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ καὶ αὐτòς πατει̃ τὴν ληνòν του̃ οἴνου του̃ θυμου̃ τη̃ς ὀργη̃ς του̃ θεου̃ του̃ παντοκράτορος |
16 καὶ ἔχει ἐπὶ τò ἱμάτιον καὶ ἐπὶ τòν μηρòν αὐτου̃ ὄνομα γεγραμμένον βασιλεὺς βασιλέων καὶ κύριος κυρίων |
17 καὶ εἰ̃δον ἕνα ἄγγελον ἑστω̃τα ἐν τω̨̃ ἡλίω̨ καὶ ἔκραξεν ἐν φωνη̨̃ μεγάλη̨ λέγων πα̃σιν τοι̃ς ὀρνέοις τοι̃ς πετομένοις ἐν μεσουρανήματι δευ̃τε συνάχθητε εἰς τò δει̃πνον τò μέγα του̃ θεου̃ |
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρω̃ν καὶ σάρκας ἵππων καὶ τω̃ν καθημένων ἐπ' αὐτω̃ν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρω̃ν καὶ μεγάλων |
19 καὶ εἰ̃δον τò θηρίον καὶ τοὺς βασιλει̃ς τη̃ς γη̃ς καὶ τὰ στρατεύματα αὐτω̃ν συνηγμένα ποιη̃σαι τòν πόλεμον μετὰ του̃ καθημένου ἐπὶ του̃ ἵππου καὶ μετὰ του̃ στρατεύματος αὐτου̃ |
20 καὶ ἐπιάσθη τò θηρίον καὶ μετ' αὐτου̃ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημει̃α ἐνώπιον αὐτου̃ ἐν οἱ̃ς ἐπλάνησεν τοὺς λαβόντας τò χάραγμα του̃ θηρίου καὶ τοὺς προσκυνου̃ντας τη̨̃ εἰκόνι αὐτου̃ ζω̃ντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην του̃ πυρòς τη̃ς καιομένης ἐν θείω̨ |
21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τη̨̃ ῥομφαία̨ του̃ καθημένου ἐπὶ του̃ ἵππου τη̨̃ ἐξελθούση̨ ἐκ του̃ στόματος αὐτου̃ καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τω̃ν σαρκω̃ν αὐτω̃ν |