Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 6

1 καὶ εἰ̃δον ὅτε ἤνοιξεν τò ἀρνίον μίαν ἐκ τω̃ν ἑπτὰ σφραγίδων καὶ ἤκουσα ἑνòς ἐκ τω̃ν τεσσάρων ζώ̨ων λέγοντος ὡς φωνὴ βροντη̃ς ἔρχου
2 καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ' αὐτòν ἔχων τόξον καὶ ἐδόθη αὐτω̨̃ στέφανος καὶ ἐξη̃λθεν νικω̃ν καὶ ἵνα νικήση̨
3 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν δευτέραν ἤκουσα του̃ δευτέρου ζώ̨ου λέγοντος ἔρχου
4 καὶ ἐξη̃λθεν ἄλλος ἵππος πυρρός καὶ τω̨̃ καθημένω̨ ἐπ' αὐτòν ἐδόθη αὐτω̨̃ λαβει̃ν τὴν εἰρήνην ἐκ τη̃ς γη̃ς καὶ ἵνα ἀλλήλους σφάξουσιν καὶ ἐδόθη αὐτω̨̃ μάχαιρα μεγάλη
5 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν τρίτην ἤκουσα του̃ τρίτου ζώ̨ου λέγοντος ἔρχου καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος μέλας καὶ ὁ καθήμενος ἐπ' αὐτòν ἔχων ζυγòν ἐν τη̨̃ χειρὶ αὐτου̃
6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσω̨ τω̃ν τεσσάρων ζώ̨ων λέγουσαν χοι̃νιξ σίτου δηναρίου καὶ τρει̃ς χοίνικες κριθω̃ν δηναρίου καὶ τò ἔλαιον καὶ τòν οἰ̃νον μὴ ἀδικήση̨ς
7 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν τετάρτην ἤκουσα φωνὴν του̃ τετάρτου ζώ̨ου λέγοντος ἔρχου
8 καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος χλωρός καὶ ὁ καθήμενος ἐπάνω αὐτου̃ ὄνομα αὐτω̨̃ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἠκολούθει μετ' αὐτου̃ καὶ ἐδόθη αὐτοι̃ς ἐξουσία ἐπὶ τò τέταρτον τη̃ς γη̃ς ἀποκτει̃ναι ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨ καὶ ὑπò τω̃ν θηρίων τη̃ς γη̃ς
9 καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγι̃δα εἰ̃δον ὑποκάτω του̃ θυσιαστηρίου τὰς ψυχὰς τω̃ν ἐσφαγμένων διὰ τòν λόγον του̃ θεου̃ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἰ̃χον
10 καὶ ἔκραξαν φωνη̨̃ μεγάλη̨ λέγοντες ἕως πότε ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός οὐ κρίνεις καὶ ἐκδικει̃ς τò αἱ̃μα ἡμω̃ν ἐκ τω̃ν κατοικούντων ἐπὶ τη̃ς γη̃ς
11 καὶ ἐδόθη αὐτοι̃ς ἑκάστω̨ στολὴ λευκή καὶ ἐρρέθη αὐτοι̃ς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν ἕως πληρωθω̃σιν καὶ οἱ σύνδουλοι αὐτω̃ν καὶ οἱ ἀδελφοὶ αὐτω̃ν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί
12 καὶ εἰ̃δον ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν ἕκτην καὶ σεισμòς μέγας ἐγένετο καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἱ̃μα
13 καὶ οἱ ἀστέρες του̃ οὐρανου̃ ἔπεσαν εἰς τὴν γη̃ν ὡς συκη̃ βάλλει τοὺς ὀλύνθους αὐτη̃ς ὑπò ἀνέμου μεγάλου σειομένη
14 καὶ ὁ οὐρανòς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον καὶ πα̃ν ὄρος καὶ νη̃σος ἐκ τω̃ν τόπων αὐτω̃ν ἐκινήθησαν
15 καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ μεγιστα̃νες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πα̃ς δου̃λος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τω̃ν ὀρέων
16 καὶ λέγουσιν τοι̃ς ὄρεσιν καὶ ται̃ς πέτραις πέσετε ἐφ' ἡμα̃ς καὶ κρύψατε ἡμα̃ς ἀπò προσώπου του̃ καθημένου ἐπὶ του̃ θρόνου καὶ ἀπò τη̃ς ὀργη̃ς του̃ ἀρνίου
17 ὅτι ἠ̃λθεν ἡ ἡμέρα ἡ μεγάλη τη̃ς ὀργη̃ς αὐτω̃ν καὶ τίς δύναται σταθη̃ναι

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 7

1 μετὰ του̃το εἰ̃δον τέσσαρας ἀγγέλους ἑστω̃τας ἐπὶ τὰς τέσσαρας γωνίας τη̃ς γη̃ς κρατου̃ντας τοὺς τέσσαρας ἀνέμους τη̃ς γη̃ς ἵνα μὴ πνέη̨ ἄνεμος ἐπὶ τη̃ς γη̃ς μήτε ἐπὶ τη̃ς θαλάσσης μήτε ἐπὶ πα̃ν δένδρον
2 καὶ εἰ̃δον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπò ἀνατολη̃ς ἡλίου ἔχοντα σφραγι̃δα θεου̃ ζω̃ντος καὶ ἔκραξεν φωνη̨̃ μεγάλη̨ τοι̃ς τέσσαρσιν ἀγγέλοις οἱ̃ς ἐδόθη αὐτοι̃ς ἀδικη̃σαι τὴν γη̃ν καὶ τὴν θάλασσαν
3 λέγων μὴ ἀδικήσητε τὴν γη̃ν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους του̃ θεου̃ ἡμω̃ν ἐπὶ τω̃ν μετώπων αὐτω̃ν
4 καὶ ἤκουσα τòν ἀριθμòν τω̃ν ἐσφραγισμένων ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλη̃ς υἱω̃ν ’Ισραήλ
5 ἐκ φυλη̃ς ’Ιούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι ἐκ φυλη̃ς ‘Ρουβὴν δώδεκα χιλιάδες ἐκ φυλη̃ς Γὰδ δώδεκα χιλιάδες
6 ἐκ φυλη̃ς ’Ασὴρ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Νεφθαλὶμ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Μανασση̃ δώδεκα χιλιάδες
7 ἐκ φυλη̃ς Συμεὼν δώδεκα χιλιάδες ἐκ φυλη̃ς Λευὶ δώδεκα χιλιάδες ἐκ φυλη̃ς ’Ισσαχὰρ δώδεκα χιλιάδες
8 ἐκ φυλη̃ς Ζαβουλὼν δώδεκα χιλιάδες ἐκ φυλη̃ς ’Ιωσὴφ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι
9 μετὰ ταυ̃τα εἰ̃δον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμη̃σαι αὐτòν οὐδεὶς ἐδύνατο ἐκ παντòς ἔθνους καὶ φυλω̃ν καὶ λαω̃ν καὶ γλωσσω̃ν ἑστω̃τες ἐνώπιον του̃ θρόνου καὶ ἐνώπιον του̃ ἀρνίου περιβεβλημένους στολὰς λευκάς καὶ φοίνικες ἐν ται̃ς χερσὶν αὐτω̃ν
10 καὶ κράζουσιν φωνη̨̃ μεγάλη̨ λέγοντες ἡ σωτηρία τω̨̃ θεω̨̃ ἡμω̃ν τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ καὶ τω̨̃ ἀρνίω̨
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλω̨ του̃ θρόνου καὶ τω̃ν πρεσβυτέρων καὶ τω̃ν τεσσάρων ζώ̨ων καὶ ἔπεσαν ἐνώπιον του̃ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃
12 λέγοντες ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τω̨̃ θεω̨̃ ἡμω̃ν εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν
13 καὶ ἀπεκρίθη εἱ̃ς ἐκ τω̃ν πρεσβυτέρων λέγων μοι οὑ̃τοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἠ̃λθον
14 καὶ εἴρηκα αὐτω̨̃ κύριέ μου σὺ οἰ̃δας καὶ εἰ̃πέν μοι οὑ̃τοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τη̃ς θλίψεως τη̃ς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτω̃ν καὶ ἐλεύκαναν αὐτὰς ἐν τω̨̃ αἵματι του̃ ἀρνίου
15 διὰ του̃τό εἰσιν ἐνώπιον του̃ θρόνου του̃ θεου̃ καὶ λατρεύουσιν αὐτω̨̃ ἡμέρας καὶ νυκτòς ἐν τω̨̃ ναω̨̃ αὐτου̃ καὶ ὁ καθήμενος ἐπὶ του̃ θρόνου σκηνώσει ἐπ' αὐτούς
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέση̨ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πα̃ν καυ̃μα
17 ὅτι τò ἀρνίον τò ἀνὰ μέσον του̃ θρόνου ποιμανει̃ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωη̃ς πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεòς πα̃ν δάκρυον ἐκ τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 8

1 καὶ ὅταν ἤνοιξεν τὴν σφραγι̃δα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τω̨̃ οὐρανω̨̃ ὡς ἡμιώριον
2 καὶ εἰ̃δον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον του̃ θεου̃ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοι̃ς ἑπτὰ σάλπιγγες
3 καὶ ἄλλος ἄγγελος ἠ̃λθεν καὶ ἐστάθη ἐπὶ του̃ θυσιαστηρίου ἔχων λιβανωτòν χρυσου̃ν καὶ ἐδόθη αὐτω̨̃ θυμιάματα πολλὰ ἵνα δώσει ται̃ς προσευχαι̃ς τω̃ν ἁγίων πάντων ἐπὶ τò θυσιαστήριον τò χρυσου̃ν τò ἐνώπιον του̃ θρόνου
4 καὶ ἀνέβη ὁ καπνòς τω̃ν θυμιαμάτων ται̃ς προσευχαι̃ς τω̃ν ἁγίων ἐκ χειρòς του̃ ἀγγέλου ἐνώπιον του̃ θεου̃
5 καὶ εἴληφεν ὁ ἄγγελος τòν λιβανωτόν καὶ ἐγέμισεν αὐτòν ἐκ του̃ πυρòς του̃ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γη̃ν καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός
6 καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν
7 καὶ ὁ πρω̃τος ἐσάλπισεν καὶ ἐγένετο χάλαζα καὶ πυ̃ρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γη̃ν καὶ τò τρίτον τη̃ς γη̃ς κατεκάη καὶ τò τρίτον τω̃ν δένδρων κατεκάη καὶ πα̃ς χόρτος χλωρòς κατεκάη
8 καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν καὶ ἐγένετο τò τρίτον τη̃ς θαλάσσης αἱ̃μα
9 καὶ ἀπέθανεν τò τρίτον τω̃ν κτισμάτων τω̃ν ἐν τη̨̃ θαλάσση̨ τὰ ἔχοντα ψυχάς καὶ τò τρίτον τω̃ν πλοίων διεφθάρησαν
10 καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ του̃ οὐρανου̃ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς καὶ ἔπεσεν ἐπὶ τò τρίτον τω̃ν ποταμω̃ν καὶ ἐπὶ τὰς πηγὰς τω̃ν ὑδάτων
11 καὶ τò ὄνομα του̃ ἀστέρος λέγεται ὁ ἄψινθος καὶ ἐγένετο τò τρίτον τω̃ν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τω̃ν ἀνθρώπων ἀπέθανον ἐκ τω̃ν ὑδάτων ὅτι ἐπικράνθησαν
12 καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλήγη τò τρίτον του̃ ἡλίου καὶ τò τρίτον τη̃ς σελήνης καὶ τò τρίτον τω̃ν ἀστέρων ἵνα σκοτισθη̨̃ τò τρίτον αὐτω̃ν καὶ ἡ ἡμέρα μὴ φάνη̨ τò τρίτον αὐτη̃ς καὶ ἡ νὺξ ὁμοίως
13 καὶ εἰ̃δον καὶ ἤκουσα ἑνòς ἀετου̃ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνη̨̃ μεγάλη̨ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς ἐκ τω̃ν λοιπω̃ν φωνω̃ν τη̃ς σάλπιγγος τω̃ν τριω̃ν ἀγγέλων τω̃ν μελλόντων σαλπίζειν

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 9

1 καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν καὶ εἰ̃δον ἀστέρα ἐκ του̃ οὐρανου̃ πεπτωκότα εἰς τὴν γη̃ν καὶ ἐδόθη αὐτω̨̃ ἡ κλεὶς του̃ φρέατος τη̃ς ἀβύσσου
2 καὶ ἤνοιξεν τò φρέαρ τη̃ς ἀβύσσου καὶ ἀνέβη καπνòς ἐκ του̃ φρέατος ὡς καπνòς καμίνου μεγάλης καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ του̃ καπνου̃ του̃ φρέατος
3 καὶ ἐκ του̃ καπνου̃ ἐξη̃λθον ἀκρίδες εἰς τὴν γη̃ν καὶ ἐδόθη αὐται̃ς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τη̃ς γη̃ς
4 καὶ ἐρρέθη αὐται̃ς ἵνα μὴ ἀδικήσουσιν τòν χόρτον τη̃ς γη̃ς οὐδὲ πα̃ν χλωρòν οὐδὲ πα̃ν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγι̃δα του̃ θεου̃ ἐπὶ τω̃ν μετώπων
5 καὶ ἐδόθη αὐτοι̃ς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλ' ἵνα βασανισθήσονται μη̃νας πέντε καὶ ὁ βασανισμòς αὐτω̃ν ὡς βασανισμòς σκορπίου ὅταν παίση̨ ἄνθρωπον
6 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τòν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν καὶ ἐπιθυμήσουσιν ἀποθανει̃ν καὶ φεύγει ὁ θάνατος ἀπ' αὐτω̃ν
7 καὶ τὰ ὁμοιώματα τω̃ν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον καὶ ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν ὡς στέφανοι ὅμοιοι χρυσω̨̃ καὶ τὰ πρόσωπα αὐτω̃ν ὡς πρόσωπα ἀνθρώπων
8 καὶ εἰ̃χον τρίχας ὡς τρίχας γυναικω̃ν καὶ οἱ ὀδόντες αὐτω̃ν ὡς λεόντων ἠ̃σαν
9 καὶ εἰ̃χον θώρακας ὡς θώρακας σιδηρου̃ς καὶ ἡ φωνὴ τω̃ν πτερύγων αὐτω̃ν ὡς φωνὴ ἁρμάτων ἵππων πολλω̃ν τρεχόντων εἰς πόλεμον
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα καὶ ἐν ται̃ς οὐραι̃ς αὐτω̃ν ἡ ἐξουσία αὐτω̃ν ἀδικη̃σαι τοὺς ἀνθρώπους μη̃νας πέντε
11 ἔχουσιν ἐπ' αὐτω̃ν βασιλέα τòν ἄγγελον τη̃ς ἀβύσσου ὄνομα αὐτω̨̃ ‘Εβραϊστὶ ’Αβαδδὼν καὶ ἐν τη̨̃ ‘Ελληνικη̨̃ ὄνομα ἔχει ’Απολλύων
12 ἡ οὐαὶ ἡ μία ἀπη̃λθεν ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταυ̃τα
13 καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν καὶ ἤκουσα φωνὴν μίαν ἐκ τω̃ν τεσσάρων κεράτων του̃ θυσιαστηρίου του̃ χρυσου̃ του̃ ἐνώπιον του̃ θεου̃
14 λέγοντα τω̨̃ ἕκτω̨ ἀγγέλω̨ ὁ ἔχων τὴν σάλπιγγα λυ̃σον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τω̨̃ ποταμω̨̃ τω̨̃ μεγάλω̨ Εὐφράτη̨
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μη̃να καὶ ἐνιαυτόν ἵνα ἀποκτείνωσιν τò τρίτον τω̃ν ἀνθρώπων
16 καὶ ὁ ἀριθμòς τω̃ν στρατευμάτων του̃ ἱππικου̃ δισμυριάδες μυριάδων ἤκουσα τòν ἀριθμòν αὐτω̃ν
17 καὶ οὕτως εἰ̃δον τοὺς ἵππους ἐν τη̨̃ ὁράσει καὶ τοὺς καθημένους ἐπ' αὐτω̃ν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τω̃ν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τω̃ν στομάτων αὐτω̃ν ἐκπορεύεται πυ̃ρ καὶ καπνòς καὶ θει̃ον
18 ἀπò τω̃ν τριω̃ν πληγω̃ν τούτων ἀπεκτάνθησαν τò τρίτον τω̃ν ἀνθρώπων ἐκ του̃ πυρòς καὶ του̃ καπνου̃ καὶ του̃ θείου του̃ ἐκπορευομένου ἐκ τω̃ν στομάτων αὐτω̃ν
19 ἡ γὰρ ἐξουσία τω̃ν ἵππων ἐν τω̨̃ στόματι αὐτω̃ν ἐστιν καὶ ἐν ται̃ς οὐραι̃ς αὐτω̃ν αἱ γὰρ οὐραὶ αὐτω̃ν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐται̃ς ἀδικου̃σιν
20 καὶ οἱ λοιποὶ τω̃ν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ται̃ς πληγαι̃ς ταύταις οὐδὲ μετενόησαν ἐκ τω̃ν ἔργων τω̃ν χειρω̃ν αὐτω̃ν ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ καὶ τὰ χαλκα̃ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατει̃ν
21 καὶ οὐ μετενόησαν ἐκ τω̃ν φόνων αὐτω̃ν οὔτε ἐκ τω̃ν φαρμάκων αὐτω̃ν οὔτε ἐκ τη̃ς πορνείας αὐτω̃ν οὔτε ἐκ τω̃ν κλεμμάτων αὐτω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).