Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 12

παρακαλω̃ οὐ̃ν ὑμα̃ς ἀδελφοί διὰ τω̃ν οἰκτιρμω̃ν του̃ θεου̃ παραστη̃σαι τὰ σώματα ὑμω̃ν θυσίαν ζω̃σαν ἁγίαν εὐάρεστον τω̨̃ θεω̨̃ τὴν λογικὴν λατρείαν ὑμω̃ν
καὶ μὴ συσχηματίζεσθε τω̨̃ αἰω̃νι τούτω̨ ἀλλὰ μεταμορφου̃σθε τη̨̃ ἀνακαινώσει του̃ νοός εἰς τò δοκιμάζειν ὑμα̃ς τί τò θέλημα του̃ θεου̃ τò ἀγαθòν καὶ εὐάρεστον καὶ τέλειον
λέγω γὰρ διὰ τη̃ς χάριτος τη̃ς δοθείσης μοι παντὶ τω̨̃ ὄντι ἐν ὑμι̃ν μὴ ὑπερφρονει̃ν παρ' ὃ δει̃ φρονει̃ν ἀλλὰ φρονει̃ν εἰς τò σωφρονει̃ν ἑκάστω̨ ὡς ὁ θεòς ἐμέρισεν μέτρον πίστεως
καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρα̃ξιν
οὕτως οἱ πολλοὶ ἓν σω̃μά ἐσμεν ἐν Χριστω̨̃ τò δὲ καθ' εἱ̃ς ἀλλήλων μέλη
ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθει̃σαν ἡμι̃ν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τη̃ς πίστεως
εἴτε διακονίαν ἐν τη̨̃ διακονία̨ εἴτε ὁ διδάσκων ἐν τη̨̃ διδασκαλία̨
εἴτε ὁ παρακαλω̃ν ἐν τη̨̃ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδη̨̃ ὁ ἐλεω̃ν ἐν ἱλαρότητι
ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγου̃ντες τò πονηρόν κολλώμενοι τω̨̃ ἀγαθω̨̃
10 τη̨̃ φιλαδελφία̨ εἰς ἀλλήλους φιλόστοργοι τη̨̃ τιμη̨̃ ἀλλήλους προηγούμενοι
11 τη̨̃ σπουδη̨̃ μὴ ὀκνηροί τω̨̃ πνεύματι ζέοντες τω̨̃ κυρίω̨ δουλεύοντες
12 τη̨̃ ἐλπίδι χαίροντες τη̨̃ θλίψει ὑπομένοντες τη̨̃ προσευχη̨̃ προσκαρτερου̃ντες
13 ται̃ς χρείαις τω̃ν ἁγίων κοινωνου̃ντες τὴν φιλοξενίαν διώκοντες
14 εὐλογει̃τε τοὺς διώκοντας ὑμα̃ς εὐλογει̃τε καὶ μὴ καταρα̃σθε
15 χαίρειν μετὰ χαιρόντων κλαίειν μετὰ κλαιόντων
16 τò αὐτò εἰς ἀλλήλους φρονου̃ντες μὴ τὰ ὑψηλὰ φρονου̃ντες ἀλλὰ τοι̃ς ταπεινοι̃ς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοι̃ς
17 μηδενὶ κακòν ἀντὶ κακου̃ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων
18 εἰ δυνατόν τò ἐξ ὑμω̃ν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες
19 μὴ ἑαυτοὺς ἐκδικου̃ντες ἀγαπητοί ἀλλὰ δότε τόπον τη̨̃ ὀργη̨̃ γέγραπται γάρ ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος
20 ἀλλὰ ἐὰν πεινα̨̃ ὁ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψα̨̃ πότιζε αὐτόν του̃το γὰρ ποιω̃ν ἄνθρακας πυρòς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτου̃
21 μὴ νικω̃ ὑπò του̃ κακου̃ ἀλλὰ νίκα ἐν τω̨̃ ἀγαθω̨̃ τò κακόν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).