1 τòν δὲ ἀσθενου̃ντα τη̨̃ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμω̃ν |
2 ὃς μὲν πιστεύει φαγει̃ν πάντα ὁ δὲ ἀσθενω̃ν λάχανα ἐσθίει |
3 ὁ ἐσθίων τòν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τòν ἐσθίοντα μὴ κρινέτω ὁ θεòς γὰρ αὐτòν προσελάβετο |
4 σὺ τίς εἰ̃ ὁ κρίνων ἀλλότριον οἰκέτην τω̨̃ ἰδίω̨ κυρίω̨ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατει̃ γὰρ ὁ κύριος στη̃σαι αὐτόν |
5 ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πα̃σαν ἡμέραν ἕκαστος ἐν τω̨̃ ἰδίω̨ νοΐ πληροφορείσθω |
6 ὁ φρονω̃ν τὴν ἡμέραν κυρίω̨ φρονει̃ καὶ ὁ ἐσθίων κυρίω̨ ἐσθίει εὐχαριστει̃ γὰρ τω̨̃ θεω̨̃ καὶ ὁ μὴ ἐσθίων κυρίω̨ οὐκ ἐσθίει καὶ εὐχαριστει̃ τω̨̃ θεω̨̃ |
7 οὐδεὶς γὰρ ἡμω̃ν ἑαυτω̨̃ ζη̨̃ καὶ οὐδεὶς ἑαυτω̨̃ ἀποθνή̨σκει |
8 ἐάν τε γὰρ ζω̃μεν τω̨̃ κυρίω̨ ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν τω̨̃ κυρίω̨ ἀποθνή̨σκομεν ἐάν τε οὐ̃ν ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν του̃ κυρίου ἐσμέν |
9 εἰς του̃το γὰρ Χριστòς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρω̃ν καὶ ζώντων κυριεύση̨ |
10 σὺ δὲ τί κρίνεις τòν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενει̃ς τòν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τω̨̃ βήματι του̃ θεου̃ |
11 γέγραπται γάρ ζω̃ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ πα̃σα γλω̃σσα ἐξομολογήσεται τω̨̃ θεω̨̃ |
12 ἄρα οὐ̃ν ἕκαστος ἡμω̃ν περὶ ἑαυτου̃ λόγον δώσει τω̨̃ θεω̨̃ |
13 μηκέτι οὐ̃ν ἀλλήλους κρίνωμεν ἀλλὰ του̃το κρίνατε μα̃λλον τò μὴ τιθέναι πρόσκομμα τω̨̃ ἀδελφω̨̃ ἢ σκάνδαλον |
14 οἰ̃δα καὶ πέπεισμαι ἐν κυρίω̨ ’Ιησου̃ ὅτι οὐδὲν κοινòν δι' ἑαυτου̃ εἰ μὴ τω̨̃ λογιζομένω̨ τι κοινòν εἰ̃ναι ἐκείνω̨ κοινόν |
15 εἰ γὰρ διὰ βρω̃μα ὁ ἀδελφός σου λυπει̃ται οὐκέτι κατὰ ἀγάπην περιπατει̃ς μὴ τω̨̃ βρώματί σου ἐκει̃νον ἀπόλλυε ὑπὲρ οὑ̃ Χριστòς ἀπέθανεν |
16 μὴ βλασφημείσθω οὐ̃ν ὑμω̃ν τò ἀγαθόν |
17 οὐ γάρ ἐστιν ἡ βασιλεία του̃ θεου̃ βρω̃σις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίω̨ |
18 ὁ γὰρ ἐν τούτω̨ δουλεύων τω̨̃ Χριστω̨̃ εὐάρεστος τω̨̃ θεω̨̃ καὶ δόκιμος τοι̃ς ἀνθρώποις |
19 ἄρα οὐ̃ν τὰ τη̃ς εἰρήνης διώκωμεν καὶ τὰ τη̃ς οἰκοδομη̃ς τη̃ς εἰς ἀλλήλους |
20 μὴ ἕνεκεν βρώματος κατάλυε τò ἔργον του̃ θεου̃ πάντα μὲν καθαρά ἀλλὰ κακòν τω̨̃ ἀνθρώπω̨ τω̨̃ διὰ προσκόμματος ἐσθίοντι |
21 καλòν τò μὴ φαγει̃ν κρέα μηδὲ πιει̃ν οἰ̃νον μηδὲ ἐν ὡ̨̃ ὁ ἀδελφός σου προσκόπτει |
22 σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτòν ἔχε ἐνώπιον του̃ θεου̃ μακάριος ὁ μὴ κρίνων ἑαυτòν ἐν ὡ̨̃ δοκιμάζει |
23 ὁ δὲ διακρινόμενος ἐὰν φάγη̨ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πα̃ν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν |