Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 16

1 συνίστημι δὲ ὑμι̃ν φοίβην τὴν ἀδελφὴν ἡμω̃ν οὐ̃σαν καὶ διάκονον τη̃ς ἐκκλησίας τη̃ς ἐν κεγχρεαι̃ς
2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίω̨ ἀξίως τω̃ν ἁγίων καὶ παραστη̃τε αὐτη̨̃ ἐν ὡ̨̃ ἂν ὑμω̃ν χρή̨ζη̨ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλω̃ν ἐγενήθη καὶ ἐμου̃ αὐτου̃
3 ἀσπάσασθε Πρίσκαν καὶ ’Ακύλαν τοὺς συνεργούς μου ἐν Χριστω̨̃ ’Ιησου̃
4 οἵτινες ὑπὲρ τη̃ς ψυχη̃ς μου τòν ἑαυτω̃ν τράχηλον ὑπέθηκαν οἱ̃ς οὐκ ἐγὼ μόνος εὐχαριστω̃ ἀλλὰ καὶ πα̃σαι αἱ ἐκκλησίαι τω̃ν ἐθνω̃ν
5 καὶ τὴν κατ' οἰ̃κον αὐτω̃ν ἐκκλησίαν ἀσπάσασθε ἐπαίνετον τòν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τη̃ς ’Ασίας εἰς Χριστόν
6 ἀσπάσασθε Μαρίαν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμα̃ς
7 ἀσπάσασθε ’Ανδρόνικον καὶ ’Ιουνια̃ν τοὺς συγγενει̃ς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοι̃ς ἀποστόλοις οἳ καὶ πρò ἐμου̃ γέγοναν ἐν Χριστω̨̃
8 ἀσπάσασθε ’Αμπλια̃τον τòν ἀγαπητόν μου ἐν κυρίω̨
9 ἀσπάσασθε Οὐρβανòν τòν συνεργòν ἡμω̃ν ἐν Χριστω̨̃ καὶ στάχυν τòν ἀγαπητόν μου
10 ἀσπάσασθε ’Απελλη̃ν τòν δόκιμον ἐν Χριστω̨̃ ἀσπάσασθε τοὺς ἐκ τω̃ν ’Αριστοβούλου
11 ἀσπάσασθε ‘Ηρω̨δίωνα τòν συγγενη̃ μου ἀσπάσασθε τοὺς ἐκ τω̃ν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίω̨
12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφω̃σαν τὰς κοπιώσας ἐν κυρίω̨ ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίω̨
13 ἀσπάσασθε ‘Ρου̃φον τòν ἐκλεκτòν ἐν κυρίω̨ καὶ τὴν μητέρα αὐτου̃ καὶ ἐμου̃
14 ἀσπάσασθε ’Ασύγκριτον Φλέγοντα ‘Ερμη̃ν Πατροβα̃ν ‘Ερμα̃ν καὶ τοὺς σὺν αὐτοι̃ς ἀδελφούς
15 ἀσπάσασθε Φιλόλογον καὶ ’Ιουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτου̃ καὶ ’Ολυμπα̃ν καὶ τοὺς σὺν αὐτοι̃ς πάντας ἁγίους
16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίω̨ ἀσπάζονται ὑμα̃ς αἱ ἐκκλησίαι πα̃σαι του̃ Χριστου̃
17 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί σκοπει̃ν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμει̃ς ἐμάθετε ποιου̃ντας καὶ ἐκκλίνετε ἀπ' αὐτω̃ν
18 οἱ γὰρ τοιου̃τοι τω̨̃ κυρίω̨ ἡμω̃ν Χριστω̨̃ οὐ δουλεύουσιν ἀλλὰ τη̨̃ ἑαυτω̃ν κοιλία̨ καὶ διὰ τη̃ς χρηστολογίας καὶ εὐλογίας ἐξαπατω̃σιν τὰς καρδίας τω̃ν ἀκάκων
19 ἡ γὰρ ὑμω̃ν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ' ὑμι̃ν οὐ̃ν χαίρω θέλω δὲ ὑμα̃ς σοφοὺς εἰ̃ναι εἰς τò ἀγαθόν ἀκεραίους δὲ εἰς τò κακόν
20 ὁ δὲ θεòς τη̃ς εἰρήνης συντρίψει τòν Σατανα̃ν ὑπò τοὺς πόδας ὑμω̃ν ἐν τάχει ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ μεθ' ὑμω̃ν
21 ἀσπάζεται ὑμα̃ς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ ’Ιάσων καὶ Σωσίπατρος οἱ συγγενει̃ς μου
22 ἀσπάζομαι ὑμα̃ς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίω̨
23 ἀσπάζεται ὑμα̃ς Γάϊος ὁ ξένος μου καὶ ὅλης τη̃ς ἐκκλησίας ἀσπάζεται ὑμα̃ς ’Έραστος ὁ οἰκονόμος τη̃ς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός
24 τω̨̃ δὲ δυναμένω̨ ὑμα̃ς στηρίξαι κατὰ τò εὐαγγέλιόν μου καὶ τò κήρυγμα ’Ιησου̃ Χριστου̃ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
25 φανερωθέντος δὲ νυ̃ν διά τε γραφω̃ν προφητικω̃ν κατ' ἐπιταγὴν του̃ αἰωνίου θεου̃ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος
26 μόνω̨ σοφω̨̃ θεω̨̃ διὰ ’Ιησου̃ Χριστου̃ ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας ἀμήν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).