ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 3,
στἰχοι 9-19
9 τί οὐ̃ν προεχόμεθα οὐ πάντως προη̨τιασάμεθα γὰρ ’Ιουδαίους τε καὶ ‘Έλληνας πάντας ὑφ' ἁμαρτίαν εἰ̃ναι |
10 καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἱ̃ς |
11 οὐκ ἔστιν ὁ συνίων οὐκ ἔστιν ὁ ἐκζητω̃ν τòν θεόν |
12 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ὁ ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός |
13 τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν ἰòς ἀσπίδων ὑπò τὰ χείλη αὐτω̃ν |
14 ὡ̃ν τò στόμα ἀρα̃ς καὶ πικρίας γέμει |
15 ὀξει̃ς οἱ πόδες αὐτω̃ν ἐκχέαι αἱ̃μα |
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν |
17 καὶ ὁδòν εἰρήνης οὐκ ἔγνωσαν |
18 οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν |
19 οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοι̃ς ἐν τω̨̃ νόμω̨ λαλει̃ ἵνα πα̃ν στόμα φραγη̨̃ καὶ ὑπόδικος γένηται πα̃ς ὁ κόσμος τω̨̃ θεω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.