1 ἢ ἀγνοει̃τε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλω̃ ὅτι ὁ νόμος κυριεύει του̃ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζη̨̃ |
2 ἡ γὰρ ὕπανδρος γυνὴ τω̨̃ ζω̃ντι ἀνδρὶ δέδεται νόμω̨ ἐὰν δὲ ἀποθάνη̨ ὁ ἀνήρ κατήργηται ἀπò του̃ νόμου του̃ ἀνδρός |
3 ἄρα οὐ̃ν ζω̃ντος του̃ ἀνδρòς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρω̨ ἐὰν δὲ ἀποθάνη̨ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπò του̃ νόμου του̃ μὴ εἰ̃ναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρω̨ |
4 ὥστε ἀδελφοί μου καὶ ὑμει̃ς ἐθανατώθητε τω̨̃ νόμω̨ διὰ του̃ σώματος του̃ Χριστου̃ εἰς τò γενέσθαι ὑμα̃ς ἑτέρω̨ τω̨̃ ἐκ νεκρω̃ν ἐγερθέντι ἵνα καρποφορήσωμεν τω̨̃ θεω̨̃ |
5 ὅτε γὰρ ἠ̃μεν ἐν τη̨̃ σαρκί τὰ παθήματα τω̃ν ἁμαρτιω̃ν τὰ διὰ του̃ νόμου ἐνηργει̃το ἐν τοι̃ς μέλεσιν ἡμω̃ν εἰς τò καρποφορη̃σαι τω̨̃ θανάτω̨ |
6 νυνὶ δὲ κατηργήθημεν ἀπò του̃ νόμου ἀποθανόντες ἐν ὡ̨̃ κατειχόμεθα ὥστε δουλεύειν ἡμα̃ς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος |
7 τί οὐ̃ν ἐρου̃μεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ἤ̨δειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις |
8 ἀφορμὴν δὲ λαβου̃σα ἡ ἁμαρτία διὰ τη̃ς ἐντολη̃ς κατειργάσατο ἐν ἐμοὶ πα̃σαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά |
9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ ἐλθούσης δὲ τη̃ς ἐντολη̃ς ἡ ἁμαρτία ἀνέζησεν |
10 ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον |
11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβου̃σα διὰ τη̃ς ἐντολη̃ς ἐξηπάτησέν με καὶ δι' αὐτη̃ς ἀπέκτεινεν |
12 ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή |
13 τò οὐ̃ν ἀγαθòν ἐμοὶ ἐγένετο θάνατος μὴ γένοιτο ἀλλὰ ἡ ἁμαρτία ἵνα φανη̨̃ ἁμαρτία διὰ του̃ ἀγαθου̃ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλòς ἡ ἁμαρτία διὰ τη̃ς ἐντολη̃ς |
14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπò τὴν ἁμαρτίαν |
15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὃ θέλω του̃το πράσσω ἀλλ' ὃ μισω̃ του̃το ποιω̃ |
16 εἰ δὲ ὃ οὐ θέλω του̃το ποιω̃ σύμφημι τω̨̃ νόμω̨ ὅτι καλός |
17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτò ἀλλὰ ἡ οἰκου̃σα ἐν ἐμοὶ ἁμαρτία |
18 οἰ̃δα γὰρ ὅτι οὐκ οἰκει̃ ἐν ἐμοί του̃τ' ἔστιν ἐν τη̨̃ σαρκί μου ἀγαθόν τò γὰρ θέλειν παράκειταί μοι τò δὲ κατεργάζεσθαι τò καλòν οὔ |
19 οὐ γὰρ ὃ θέλω ποιω̃ ἀγαθόν ἀλλὰ ὃ οὐ θέλω κακòν του̃το πράσσω |
20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ του̃το ποιω̃ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτò ἀλλὰ ἡ οἰκου̃σα ἐν ἐμοὶ ἁμαρτία |
21 εὑρίσκω ἄρα τòν νόμον τω̨̃ θέλοντι ἐμοὶ ποιει̃ν τò καλòν ὅτι ἐμοὶ τò κακòν παράκειται |
22 συνήδομαι γὰρ τω̨̃ νόμω̨ του̃ θεου̃ κατὰ τòν ἔσω ἄνθρωπον |
23 βλέπω δὲ ἕτερον νόμον ἐν τοι̃ς μέλεσίν μου ἀντιστρατευόμενον τω̨̃ νόμω̨ του̃ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τω̨̃ νόμω̨ τη̃ς ἁμαρτίας τω̨̃ ὄντι ἐν τοι̃ς μέλεσίν μου |
24 ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ του̃ σώματος του̃ θανάτου τούτου |
25 χάρις δὲ τω̨̃ θεω̨̃ διὰ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν ἄρα οὐ̃ν αὐτòς ἐγὼ τω̨̃ μὲν νοΐ δουλεύω νόμω̨ θεου̃ τη̨̃ δὲ σαρκὶ νόμω̨ ἁμαρτίας |