ΣΟΦΊΑ SEIRAC,
κεφαλίς 14,
στἰχοι 21-27
21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτη̃ς ἐν καρδία̨ αὐτου̃ καὶ ἐν τοι̃ς ἀποκρύφοις αὐτη̃ς ἐννοηθήσεται |
22 ἔξελθε ὀπίσω αὐτη̃ς ὡς ἰχνευτὴς καὶ ἐν ται̃ς ὁδοι̃ς αὐτη̃ς ἐνέδρευε |
23 ὁ παρακύπτων διὰ τω̃ν θυρίδων αὐτη̃ς καὶ ἐπὶ τω̃ν θυρωμάτων αὐτη̃ς ἀκροάσεται |
24 ὁ καταλύων σύνεγγυς του̃ οἴκου αὐτη̃ς καὶ πήξει πάσσαλον ἐν τοι̃ς τοίχοις αὐτη̃ς |
25 στήσει τὴν σκηνὴν αὐτου̃ κατὰ χει̃ρας αὐτη̃ς καὶ καταλύσει ἐν καταλύματι ἀγαθω̃ν |
26 θήσει τὰ τέκνα αὐτου̃ ἐν τη̨̃ σκέπη̨ αὐτη̃ς καὶ ὑπὸ τοὺς κλάδους αὐτη̃ς αὐλισθήσεται |
27 σκεπασθήσεται ὑπ' αὐτη̃ς ἀπὸ καύματος καὶ ἐν τη̨̃ δόξη̨ αὐτη̃ς καταλύσει |
ΣΟΦΊΑ SEIRAC,
κεφαλίς 15,
στἰχοι 1-10
1 ὁ φοβούμενος κύριον ποιήσει αὐτό καὶ ὁ ἐγκρατὴς του̃ νόμου καταλήμψεται αὐτήν |
2 καὶ ὑπαντήσεται αὐτω̨̃ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν |
3 ψωμιει̃ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν |
4 στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθη̨̃ καὶ ἐπ' αὐτη̃ς ἐφέξει καὶ οὐ μὴ καταισχυνθη̨̃ |
5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτου̃ καὶ ἐν μέσω̨ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτου̃ |
6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰω̃νος κατακληρονομήσει |
7 οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν |
8 μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψευ̃σται οὐ μὴ μνησθήσονται αὐτη̃ς |
9 οὐχ ὡραι̃ος αἰ̃νος ἐν στόματι ἁμαρτωλου̃ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη |
10 ἐν γὰρ σοφία̨ ῥηθήσεται αἰ̃νος καὶ ὁ κύριος εὐοδώσει αὐτόν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.