Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 31

ἀγρυπνία πλούτου ἐκτήκει σάρκας καὶ ἡ μέριμνα αὐτου̃ ἀφιστα̨̃ ὕπνον
μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον
ἐκοπίασεν πλούσιος ἐν συναγωγη̨̃ χρημάτων καὶ ἐν τη̨̃ ἀναπαύσει ἐμπίμπλαται τω̃ν τρυφημάτων αὐτου̃
ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τη̨̃ ἀναπαύσει ἐπιδεὴς γίνεται
ὁ ἀγαπω̃ν χρυσίον οὐ δικαιωθήσεται καὶ ὁ διώκων διάφορα ἐν αὐτοι̃ς πλανηθήσεται
πολλοὶ ἐδόθησαν εἰς πτω̃μα χάριν χρυσίου καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτω̃ν κατὰ πρόσωπον αὐτω̃ν
ξύλον προσκόμματός ἐστιν τοι̃ς ἐνθουσιάζουσιν αὐτω̨̃ καὶ πα̃ς ἄφρων ἁλώσεται ἐν αὐτω̨̃
μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη
τίς ἐστιν καὶ μακαριου̃μεν αὐτόν ἐποίησεν γὰρ θαυμάσια ἐν λαω̨̃ αὐτου̃
10 τίς ἐδοκιμάσθη ἐν αὐτω̨̃ καὶ ἐτελειώθη καὶ ἔσται αὐτω̨̃ εἰς καύχησιν τίς ἐδύνατο παραβη̃ναι καὶ οὐ παρέβη καὶ ποιη̃σαι κακὰ καὶ οὐκ ἐποίησεν
11 στερεωθήσεται τὰ ἀγαθὰ αὐτου̃ καὶ τὰς ἐλεημοσύνας αὐτου̃ ἐκδιηγήσεται ἐκκλησία
12 ἐπὶ τραπέζης μεγάλης ἐκάθισας μὴ ἀνοίξη̨ς ἐπ' αὐτη̃ς φάρυγγά σου καὶ μὴ εἴπη̨ς πολλά γε τὰ ἐπ' αὐτη̃ς
13 μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός πονηρότερον ὀφθαλμου̃ τί ἔκτισται διὰ του̃το ἀπὸ παντὸς προσώπου δακρύει
14 οὑ̃ ἐὰν ἐπιβλέψη̨ μὴ ἐκτείνη̨ς χει̃ρα καὶ μὴ συνθλίβου αὐτω̨̃ ἐν τρυβλίω̨
15 νόει τὰ του̃ πλησίον ἐκ σεαυτου̃ καὶ ἐπὶ παντὶ πράγματι διανοου̃
16 φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασω̃ μὴ μισηθη̨̃ς
17 παυ̃σαι πρω̃τος χάριν παιδείας καὶ μὴ ἀπληστεύου μήποτε προσκόψη̨ς
18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας πρότερος αὐτω̃ν μὴ ἐκτείνη̨ς τὴν χει̃ρά σου
19 ὡς ἱκανὸν ἀνθρώπω̨ πεπαιδευμένω̨ τὸ ὀλίγον καὶ ἐπὶ τη̃ς κοίτης αὐτου̃ οὐκ ἀσθμαίνει
20 ὕπνος ὑγιείας ἐπὶ ἐντέρω̨ μετρίω̨ ἀνέστη πρωί καὶ ἡ ψυχὴ αὐτου̃ μετ' αὐτου̃ πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου
21 καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν ἀνάστα ἔμεσον πόρρω καὶ ἀναπαύση̨
22 ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενήση̨ς με καὶ ἐπ' ἐσχάτων εὑρήσεις τοὺς λόγους μου ἐν πα̃σι τοι̃ς ἔργοις σου γίνου ἐντρεχής καὶ πα̃ν ἀρρώστημα οὐ μή σοι ἀπαντήση̨
23 λαμπρὸν ἐπ' ἄρτοις εὐλογήσει χείλη καὶ ἡ μαρτυρία τη̃ς καλλονη̃ς αὐτου̃ πιστή
24 πονηρω̨̃ ἐπ' ἄρτω̨ διαγογγύσει πόλις καὶ ἡ μαρτυρία τη̃ς πονηρίας αὐτου̃ ἀκριβής
25 ἐν οἴνω̨ μὴ ἀνδρίζου πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἰ̃νος
26 κάμινος δοκιμάζει στόμωμα ἐν βαφη̨̃ οὕτως οἰ̃νος καρδίας ἐν μάχη̨ ὑπερηφάνων
27 ἔφισον ζωη̃ς οἰ̃νος ἀνθρώποις ἐὰν πίνη̨ς αὐτὸν ἐν μέτρω̨ αὐτου̃ τίς ζωὴ ἐλασσουμένω̨ οἴνω̨ καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις
28 ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχη̃ς οἰ̃νος πινόμενος ἐν καιρω̨̃ αὐτάρκης
29 πικρία ψυχη̃ς οἰ̃νος πινόμενος πολὺς ἐν ἐρεθισμω̨̃ καὶ ἀντιπτώματι
30 πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττω̃ν ἰσχὺν καὶ προσποιω̃ν τραύματα
31 ἐν συμποσίω̨ οἴνου μὴ ἐλέγξη̨ς τὸν πλησίον καὶ μὴ ἐξουθενήση̨ς αὐτὸν ἐν εὐφροσύνη̨ αὐτου̃ λόγον ὀνειδισμου̃ μὴ εἴπη̨ς αὐτω̨̃ καὶ μὴ αὐτὸν θλίψη̨ς ἐν ἀπαιτήσει
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 32
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).