ΣΟΦΊΑ SEIRAC,
κεφαλίς 38,
στἰχοι 24-34
24 σοφία γραμματέως ἐν εὐκαιρία̨ σχολη̃ς καὶ ὁ ἐλασσούμενος πράξει αὐτου̃ σοφισθήσεται |
25 τί σοφισθήσεται ὁ κρατω̃ν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτω̃ν καὶ ἡ διήγησις αὐτου̃ ἐν υἱοι̃ς ταύρων |
26 καρδίαν αὐτου̃ δώσει ἐκδου̃ναι αὔλακας καὶ ἡ ἀγρυπνία αὐτου̃ εἰς χορτάσματα δαμάλεων |
27 οὕτως πα̃ς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτου̃ ἀλλοιω̃σαι ποικιλίαν καρδίαν αὐτου̃ δώσει εἰς ὁμοιω̃σαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτου̃ τελέσαι ἔργον |
28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου ἀτμὶς πυρὸς τήξει σάρκας αὐτου̃ καὶ ἐν θέρμη̨ καμίνου διαμαχήσεται φωνη̨̃ σφύρης κλινει̃ τὸ οὐ̃ς αὐτου̃ καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτου̃ καρδίαν αὐτου̃ δώσει εἰς συντέλειαν ἔργων καὶ ἡ ἀγρυπνία αὐτου̃ κοσμη̃σαι ἐπὶ συντελείας |
29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργω̨ αὐτου̃ καὶ συστρέφων ἐν ποσὶν αὐτου̃ τροχόν ὃς ἐν μερίμνη̨ κει̃ται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτου̃ καὶ ἐναρίθμιος πα̃σα ἡ ἐργασία αὐτου̃ |
30 ἐν βραχίονι αὐτου̃ τυπώσει πηλὸν καὶ πρὸ ποδω̃ν κάμψει ἰσχὺν αὐτου̃ καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρι̃σμα καὶ ἡ ἀγρυπνία αὐτου̃ καθαρίσαι κάμινον |
31 πάντες οὑ̃τοι εἰς χει̃ρας αὐτω̃ν ἐνεπίστευσαν καὶ ἕκαστος ἐν τω̨̃ ἔργω̨ αὐτου̃ σοφίζεται |
32 ἄνευ αὐτω̃ν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν |
33 ἀλλ' εἰς βουλὴν λαου̃ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησία̨ οὐχ ὑπεραλου̃νται ἐπὶ δίφρον δικαστου̃ οὐ καθιου̃νται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται |
34 οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαι̃ς οὐχ εὑρεθήσονται ἀλλὰ κτίσμα αἰω̃νος στηρίσουσιν καὶ ἡ δέησις αὐτω̃ν ἐν ἐργασία̨ τέχνης |
ΣΟΦΊΑ SEIRAC,
κεφαλίς 39,
στἰχοι 1-11
1 πλὴν του̃ ἐπιδιδόντος τὴν ψυχὴν αὐτου̃ καὶ διανοουμένου ἐν νόμω̨ ὑψίστου σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται |
2 διήγησιν ἀνδρω̃ν ὀνομαστω̃ν συντηρήσει καὶ ἐν στροφαι̃ς παραβολω̃ν συνεισελεύσεται |
3 ἀπόκρυφα παροιμιω̃ν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολω̃ν ἀναστραφήσεται |
4 ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται ἐν γη̨̃ ἀλλοτρίων ἐθνω̃ν διελεύσεται ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν |
5 τὴν καρδίαν αὐτου̃ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται καὶ ἀνοίξει στόμα αὐτου̃ ἐν προσευχη̨̃ καὶ περὶ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ δεηθήσεται |
6 ἐὰν κύριος ὁ μέγας θελήση̨ πνεύματι συνέσεως ἐμπλησθήσεται αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτου̃ καὶ ἐν προσευχη̨̃ ἐξομολογήσεται κυρίω̨ |
7 αὐτὸς κατευθυνει̃ βουλὴν αὐτου̃ καὶ ἐπιστήμην καὶ ἐν τοι̃ς ἀποκρύφοις αὐτου̃ διανοηθήσεται |
8 αὐτὸς ἐκφανει̃ παιδείαν διδασκαλίας αὐτου̃ καὶ ἐν νόμω̨ διαθήκης κυρίου καυχήσεται |
9 αἰνέσουσιν τὴν σύνεσιν αὐτου̃ πολλοί καὶ ἕως του̃ αἰω̃νος οὐκ ἐξαλειφθήσεται οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτου̃ καὶ τὸ ὄνομα αὐτου̃ ζήσεται εἰς γενεὰς γενεω̃ν |
10 τὴν σοφίαν αὐτου̃ διηγήσονται ἔθνη καὶ τὸν ἔπαινον αὐτου̃ ἐξαγγελει̃ ἐκκλησία |
11 ἐὰν ἐμμείνη̨ ὄνομα καταλείψει ἢ χίλιοι καὶ ἐὰν ἀναπαύσηται ἐκποιει̃ αὐτω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.