1 ὠ̃ θάνατε ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπω̨ εἰρηνεύοντι ἐν τοι̃ς ὑπάρχουσιν αὐτου̃ ἀνδρὶ ἀπερισπάστω̨ καὶ εὐοδουμένω̨ ἐν πα̃σιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν |
2 ὠ̃ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπω̨ ἐπιδεομένω̨ καὶ ἐλασσουμένω̨ ἰσχύι ἐσχατογήρω̨ καὶ περισπωμένω̨ περὶ πάντων καὶ ἀπειθου̃ντι καὶ ἀπολωλεκότι ὑπομονήν |
3 μὴ εὐλαβου̃ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων |
4 του̃το τὸ κρίμα παρὰ κυρίου πάση̨ σαρκί καὶ τί ἀπαναίνη̨ ἐν εὐδοκία̨ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ἅ̨δου ἐλεγμὸς ζωη̃ς |
5 τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλω̃ν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβω̃ν |
6 τέκνων ἁμαρτωλω̃ν ἀπολει̃ται κληρονομία καὶ μετὰ του̃ σπέρματος αὐτω̃ν ἐνδελεχιει̃ ὄνειδος |
7 πατρὶ ἀσεβει̃ μέμψεται τέκνα ὅτι δι' αὐτὸν ὀνειδισθήσονται |
8 οὐαὶ ὑμι̃ν ἄνδρες ἀσεβει̃ς οἵτινες ἐγκατελίπετε νόμον θεου̃ ὑψίστου |
9 καὶ ἐὰν γεννηθη̃τε εἰς κατάραν γεννηθήσεσθε καὶ ἐὰν ἀποθάνητε εἰς κατάραν μερισθήσεσθε |
10 πάντα ὅσα ἐκ γη̃ς εἰς γη̃ν ἀπελεύσεται οὕτως ἀσεβει̃ς ἀπὸ κατάρας εἰς ἀπώλειαν |
11 πένθος ἀνθρώπων ἐν σώμασιν αὐτω̃ν ὄνομα δὲ ἁμαρτωλω̃ν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται |
12 φρόντισον περὶ ὀνόματος αὐτὸ γάρ σοι διαμενει̃ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου |
13 ἀγαθη̃ς ζωη̃ς ἀριθμὸς ἡμερω̃ν καὶ ἀγαθὸν ὄνομα εἰς αἰω̃να διαμενει̃ |
14 παιδείαν ἐν εἰρήνη̨ συντηρήσατε τέκνα σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις |
15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτου̃ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτου̃ |
16 τοιγαρου̃ν ἐντράπητε ἐπὶ τω̨̃ ῥήματί μου οὐ γάρ ἐστιν πα̃σαν αἰσχύνην διαφυλάξαι καλόν καὶ οὐ πάντα πα̃σιν ἐν πίστει εὐδοκιμει̃ται |
17 αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους |
18 ἀπὸ κριτου̃ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγη̃ς καὶ λαου̃ περὶ ἀνομίας |
19 ἀπὸ κοινωνου̃ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου οὑ̃ παροικει̃ς περὶ κλοπη̃ς |
20 ἀπὸ ἀληθείας θεου̃ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκω̃νος ἐπ' ἄρτοις |
21 ἀπὸ σκορακισμου̃ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπη̃ς |
22 ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφη̃ς προσώπου συγγενου̃ς |
23 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου |
24 ἀπὸ περιεργίας παιδίσκης αὐτου̃ καὶ μὴ ἐπιστη̨̃ς ἐπὶ τὴν κοίτην αὐτη̃ς |
25 ἀπὸ φίλων περὶ λόγων ὀνειδισμου̃ καὶ μετὰ τὸ δου̃ναι μὴ ὀνείδιζε |
26 ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοη̃ς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων |
27 καὶ ἔση̨ αἰσχυντηρὸς ἀληθινω̃ς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου |