Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 44

αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμω̃ν τη̨̃ γενέσει
πολλὴν δόξαν ἔκτισεν ὁ κύριος τὴν μεγαλωσύνην αὐτου̃ ἀπ' αἰω̃νος
κυριεύοντες ἐν ται̃ς βασιλείαις αὐτω̃ν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει βουλεύοντες ἐν συνέσει αὐτω̃ν ἀπηγγελκότες ἐν προφητείαις
ἡγούμενοι λαου̃ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαου̃ σοφοὶ λόγοι ἐν παιδεία̨ αὐτω̃ν
ἐκζητου̃ντες μέλη μουσικω̃ν καὶ διηγούμενοι ἔπη ἐν γραφη̨̃
ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι εἰρηνεύοντες ἐν κατοικίαις αὐτω̃ν
πάντες οὑ̃τοι ἐν γενεαι̃ς ἐδοξάσθησαν καὶ ἐν ται̃ς ἡμέραις αὐτω̃ν καύχημα
εἰσὶν αὐτω̃ν οἳ κατέλιπον ὄνομα του̃ ἐκδιηγήσασθαι ἐπαίνους
καὶ εἰσὶν ὡ̃ν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτω̃ν μετ' αὐτούς
10 ἀλλ' ἢ οὑ̃τοι ἄνδρες ἐλέους ὡ̃ν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν
11 μετὰ του̃ σπέρματος αὐτω̃ν διαμενει̃ ἀγαθὴ κληρονομία ἔκγονα αὐτω̃ν
12 ἐν ται̃ς διαθήκαις ἔστη τὸ σπέρμα αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν δι' αὐτούς
13 ἕως αἰω̃νος μενει̃ σπέρμα αὐτω̃ν καὶ ἡ δόξα αὐτω̃ν οὐκ ἐξαλειφθήσεται
14 τὰ σώματα αὐτω̃ν ἐν εἰρήνη̨ ἐτάφη καὶ τὸ ὄνομα αὐτω̃ν ζη̨̃ εἰς γενεάς
15 σοφίαν αὐτω̃ν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία
16 Ενωχ εὐηρέστησεν κυρίω̨ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ται̃ς γενεαι̃ς
17 Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρω̨̃ ὀργη̃ς ἐγένετο ἀντάλλαγμα διὰ του̃τον ἐγενήθη κατάλειμμα τη̨̃ γη̨̃ ὅτε ἐγένετο κατακλυσμός
18 διαθη̃και αἰω̃νος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθη̨̃ κατακλυσμω̨̃ πα̃σα σάρξ
19 Αβρααμ μέγας πατὴρ πλήθους ἐθνω̃ν καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τη̨̃ δόξη̨
20 ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκη̨ μετ' αὐτου̃ ἐν σαρκὶ αὐτου̃ ἔστησεν διαθήκην καὶ ἐν πειρασμω̨̃ εὑρέθη πιστός
21 διὰ του̃το ἐν ὅρκω̨ ἔστησεν αὐτω̨̃ ἐνευλογηθη̃ναι ἔθνη ἐν σπέρματι αὐτου̃ πληθυ̃ναι αὐτὸν ὡς χου̃ν τη̃ς γη̃ς καὶ ὡς ἄστρα ἀνυψω̃σαι τὸ σπέρμα αὐτου̃ καὶ κατακληρονομη̃σαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμου̃ ἕως ἄκρου τη̃ς γη̃ς
22 καὶ ἐν τω̨̃ Ισαακ ἔστησεν οὕτως δι' Αβρααμ τὸν πατέρα αὐτου̃
23 εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ ἐν κληρονομία̨ καὶ διέστειλεν μερίδας αὐτου̃ ἐν φυλαι̃ς ἐμέρισεν δέκα δύο
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 45
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).