1 καὶ μετὰ του̃τον ἀνέστη Ναθαν προφητεύειν ἐν ἡμέραις Δαυιδ |
2 ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου οὕτως Δαυιδ ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ |
3 ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων |
4 ἐν νεότητι αὐτου̃ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξη̃ρεν ὀνειδισμὸν ἐκ λαου̃ ἐν τω̨̃ ἐπα̃ραι χει̃ρα ἐν λίθω̨ σφενδόνης καὶ καταβαλει̃ν γαυρίαμα του̃ Γολιαθ |
5 ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον καὶ ἔδωκεν ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ κράτος ἐξα̃ραι ἄνθρωπον δυνατὸν ἐν πολέμω̨ ἀνυψω̃σαι κέρας λαου̃ αὐτου̃ |
6 οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ἤ̨νεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τω̨̃ φέρεσθαι αὐτω̨̃ διάδημα δόξης |
7 ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτω̃ν κέρας |
8 ἐν παντὶ ἔργω̨ αὐτου̃ ἔδωκεν ἐξομολόγησιν ἁγίω̨ ὑψίστω̨ ῥήματι δόξης ἐν πάση̨ καρδία̨ αὐτου̃ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν |
9 καὶ ἔστησεν ψαλτω̨δοὺς κατέναντι του̃ θυσιαστηρίου καὶ ἐξ ἠχου̃ς αὐτω̃ν γλυκαίνειν μέλη |
10 ἔδωκεν ἐν ἑορται̃ς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τω̨̃ αἰνει̃ν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτου̃ καὶ ἀπὸ πρωίας ἠχει̃ν τὸ ἁγίασμα |
11 κύριος ἀφει̃λεν τὰς ἁμαρτίας αὐτου̃ καὶ ἀνύψωσεν εἰς αἰω̃να τὸ κέρας αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τω̨̃ Ισραηλ |
12 μετὰ του̃τον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι' αὐτὸν κατέλυσεν ἐν πλατυσμω̨̃ |
13 Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ὡ̨̃ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήση̨ οἰ̃κον ἐπ' ὀνόματι αὐτου̃ καὶ ἑτοιμάση̨ ἁγίασμα εἰς τὸν αἰω̃να |
14 ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως |
15 γη̃ν ἐπεκάλυψεν ἡ ψυχή σου καὶ ἐνέπλησας ἐν παραβολαι̃ς αἰνιγμάτων |
16 εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου καὶ ἠγαπήθης ἐν τη̨̃ εἰρήνη̨ σου |
17 ἐν ὠ̨δαι̃ς καὶ παροιμίαις καὶ παραβολαι̃ς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χω̃ραι |
18 ἐν ὀνόματι κυρίου του̃ θεου̃ του̃ ἐπικεκλημένου θεου̃ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον |
19 παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τω̨̃ σώματί σου |
20 ἔδωκας μω̃μον ἐν τη̨̃ δόξη̨ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγει̃ν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγη̃ναι ἐπὶ τη̨̃ ἀφροσύνη̨ σου |
21 γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθη̃ |
22 ὁ δὲ κύριος οὐ μὴ καταλίπη̨ τὸ ἔλεος αὐτου̃ καὶ οὐ μὴ διαφθείρη̨ ἀπὸ τω̃ν λόγων αὐτου̃ οὐδὲ μὴ ἐξαλείψη̨ ἐκλεκτου̃ αὐτου̃ ἔκγονα καὶ σπέρμα του̃ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρη̨ καὶ τω̨̃ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τω̨̃ Δαυιδ ἐξ αὐτου̃ ῥίζαν |
23 καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ κατέλιπεν μετ' αὐτὸν ἐκ του̃ σπέρματος αὐτου̃ λαου̃ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλη̃ς αὐτου̃ |
24 καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τω̨̃ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτω̃ν σφόδρα ἀποστη̃σαι αὐτοὺς ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν |
25 καὶ πα̃σαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθη̨ ἐπ' αὐτούς |