Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 51

1 ἐξομολογήσομαί σοι κύριε βασιλευ̃ καὶ αἰνέσω σε θεὸν τὸν σωτη̃ρά μου ἐξομολογου̃μαι τω̨̃ ὀνόματί σου
2 ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σω̃μά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολη̃ς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψευ̃δος καὶ ἔναντι τω̃ν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με
3 κατὰ τὸ πλη̃θος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμω̃ν ἕτοιμον εἰς βρω̃μα ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου ἐκ πλειόνων θλίψεων ὡ̃ν ἔσχον
4 ἀπὸ πνιγμου̃ πυρα̃ς κυκλόθεν καὶ ἐκ μέσου πυρός οὑ̃ οὐκ ἐξέκαυσα
5 ἐκ βάθους κοιλίας ἅ̨δου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδου̃ς
6 βασιλει̃ διαβολὴ γλώσσης ἀδίκου ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου καὶ ἡ ζωή μου ἠ̃ν σύνεγγυς ἅ̨δου κάτω
7 περιέσχον με πάντοθεν καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἠ̃ν
8 καὶ ἐμνήσθην του̃ ἐλέους σου κύριε καὶ τη̃ς ἐργασίας σου τη̃ς ἀπ' αἰω̃νος ὅτι ἐξαιρη̨̃ τοὺς ὑπομένοντάς σε καὶ σώ̨ζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρω̃ν
9 καὶ ἀνύψωσα ἀπὸ γη̃ς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην
10 ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπει̃ν ἐν ἡμέραις θλίψεως ἐν καιρω̨̃ ὑπερηφανιω̃ν ἀβοηθησίας αἰνέσω τὸ ὄνομά σου ἐνδελεχω̃ς καὶ ὑμνήσω ἐν ἐξομολογήσει
11 καὶ εἰσηκούσθη ἡ δέησίς μου ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιρου̃ πονηρου̃
12 διὰ του̃το ἐξομολογήσομαί σοι καὶ αἰνέσω σε καὶ εὐλογήσω τω̨̃ ὀνόματι κυρίου
13 ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθη̃ναί με ἐζήτησα σοφίαν προφανω̃ς ἐν προσευχη̨̃ μου
14 ἔναντι ναου̃ ἠξίουν περὶ αὐτη̃ς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν
15 ἐξ ἄνθους ὡς περκαζούσης σταφυλη̃ς εὐφράνθη ἡ καρδία μου ἐν αὐτη̨̃ ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι ἐκ νεότητός μου ἴχνευον αὐτήν
16 ἔκλινα ὀλίγον τὸ οὐ̃ς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὑ̃ρον ἐμαυτω̨̃ παιδείαν
17 προκοπὴ ἐγένετό μοι ἐν αὐτη̨̃ τω̨̃ διδόντι μοι σοφίαν δώσω δόξαν
18 διενοήθην γὰρ του̃ ποιη̃σαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθω̃
19 διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτη̨̃ καὶ ἐν ποιήσει νόμου διηκριβασάμην τὰς χει̃ράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτη̃ς ἐπένθησα
20 τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμω̨̃ εὑ̃ρον αὐτήν καρδίαν ἐκτησάμην μετ' αὐτη̃ς ἀπ' ἀρχη̃ς διὰ του̃το οὐ μὴ ἐγκαταλειφθω̃
21 καὶ ἡ κοιλία μου ἐταράχθη του̃ ἐκζητη̃σαι αὐτήν διὰ του̃το ἐκτησάμην ἀγαθὸν κτη̃μα
22 ἔδωκεν κύριος γλω̃σσάν μοι μισθόν μου καὶ ἐν αὐτη̨̃ αἰνέσω αὐτόν
23 ἐγγίσατε πρός με ἀπαίδευτοι καὶ αὐλίσθητε ἐν οἴκω̨ παιδείας
24 τί ὅτι ὑστερει̃σθαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμω̃ν διψω̃σι σφόδρα
25 ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα κτήσασθε ἑαυτοι̃ς ἄνευ ἀργυρίου
26 τὸν τράχηλον ὑμω̃ν ὑπόθετε ὑπὸ ζυγόν καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμω̃ν παιδείαν ἐγγύς ἐστιν εὑρει̃ν αὐτήν
27 ἴδετε ἐν ὀφθαλμοι̃ς ὑμω̃ν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὑ̃ρον ἐμαυτω̨̃ πολλὴν ἀνάπαυσιν
28 μετάσχετε παιδείας ἐν πολλω̨̃ ἀριθμω̨̃ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτη̨̃
29 εὐφρανθείη ἡ ψυχὴ ὑμω̃ν ἐν τω̨̃ ἐλέει αὐτου̃ καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτου̃
30 ἐργάζεσθε τὸ ἔργον ὑμω̃ν πρὸ καιρου̃ καὶ δώσει τὸν μισθὸν ὑμω̃ν ἐν καιρω̨̃ αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).