Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 7

μὴ ποίει κακά καὶ οὐ μή σε καταλάβη̨ κακόν
ἀπόστηθι ἀπὸ ἀδίκου καὶ ἐκκλινει̃ ἀπὸ σου̃
υἱέ μὴ σπει̃ρε ἐπ' αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίση̨ς αὐτὰ ἑπταπλασίως
μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης
μὴ δικαιου̃ ἔναντι κυρίου καὶ παρὰ βασιλει̃ μὴ σοφίζου
μὴ ζήτει γενέσθαι κριτής μὴ οὐκ ἰσχύσεις ἐξα̃ραι ἀδικίας μήποτε εὐλαβηθη̨̃ς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου
μὴ ἁμάρτανε εἰς πλη̃θος πόλεως καὶ μὴ καταβάλη̨ς σεαυτὸν ἐν ὄχλω̨
μὴ καταδεσμεύση̨ς δὶς ἁμαρτίαν ἐν γὰρ τη̨̃ μια̨̃ οὐκ ἀθω̨̃ος ἔση̨
μὴ εἴπη̨ς τω̨̃ πλήθει τω̃ν δώρων μου ἐπόψεται καὶ ἐν τω̨̃ προσενέγκαι με θεω̨̃ ὑψίστω̨ προσδέξεται
10 μὴ ὀλιγοψυχήση̨ς ἐν τη̨̃ προσευχη̨̃ σου καὶ ἐλεημοσύνην ποιη̃σαι μὴ παρίδη̨ς
11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρία̨ ψυχη̃ς αὐτου̃ ἔστιν γὰρ ὁ ταπεινω̃ν καὶ ἀνυψω̃ν
12 μὴ ἀροτρία ψευ̃δος ἐπ' ἀδελφω̨̃ σου μηδὲ φίλω̨ τὸ ὅμοιον ποίει
13 μὴ θέλε ψεύδεσθαι πα̃ν ψευ̃δος ὁ γὰρ ἐνδελεχισμὸς αὐτου̃ οὐκ εἰς ἀγαθόν
14 μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώση̨ς λόγον ἐν προσευχη̨̃ σου
15 μὴ μισήση̨ς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην
16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλω̃ν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιει̃
17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβου̃ς πυ̃ρ καὶ σκώληξ
18 μὴ ἀλλάξη̨ς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίω̨ Σουφιρ
19 μὴ ἀστόχει γυναικὸς σοφη̃ς καὶ ἀγαθη̃ς ἡ γὰρ χάρις αὐτη̃ς ὑπὲρ τὸ χρυσίον
20 μὴ κακώση̨ς οἰκέτην ἐργαζόμενον ἐν ἀληθεία̨ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτου̃
21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή μὴ στερήση̨ς αὐτὸν ἐλευθερίας
22 κτήνη σοί ἐστιν ἐπισκέπτου αὐτά καὶ εἰ ἔστιν σοι χρήσιμα ἐμμενέτω σοι
23 τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτω̃ν
24 θυγατέρες σοί εἰσιν πρόσεχε τω̨̃ σώματι αὐτω̃ν καὶ μὴ ἱλαρώση̨ς πρὸς αὐτὰς τὸ πρόσωπόν σου
25 ἔκδου θυγατέρα καὶ ἔση̨ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετω̨̃ δώρησαι αὐτήν
26 γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλη̨ς αὐτήν καὶ μισουμένη̨ μὴ ἐμπιστεύση̨ς σεαυτόν
27 ἐν ὅλη̨ καρδία̨ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδι̃νας μὴ ἐπιλάθη̨
28 μνήσθητι ὅτι δι' αὐτω̃ν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοι̃ς καθὼς αὐτοὶ σοί
29 ἐν ὅλη̨ ψυχη̨̃ σου εὐλαβου̃ τὸν κύριον καὶ τοὺς ἱερει̃ς αὐτου̃ θαύμαζε
30 ἐν ὅλη̨ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτου̃ μὴ ἐγκαταλίπη̨ς
31 φοβου̃ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτω̨̃ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμου̃ καὶ ἀπαρχὴν ἁγίων
32 καὶ πτωχω̨̃ ἔκτεινον τὴν χει̃ρά σου ἵνα τελειωθη̨̃ ἡ εὐλογία σου
33 χάρις δόματος ἔναντι παντὸς ζω̃ντος καὶ ἐπὶ νεκρω̨̃ μὴ ἀποκωλύση̨ς χάριν
34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον
35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τω̃ν τοιούτων ἀγαπηθήση̨
36 ἐν πα̃σι τοι̃ς λόγοις σου μιμνή̨σκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰω̃να οὐχ ἁμαρτήσεις
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).