ΑΣΜΑ,
κεφαλίς 4
1 ἰδοὺ εἰ̃ καλή ἡ πλησίον μου ἰδοὺ εἰ̃ καλή ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τη̃ς σιωπήσεώς σου τρίχωμά σου ὡς ἀγέλαι τω̃ν αἰγω̃ν αἳ ἀπεκαλύφθησαν ἀπὸ του̃ Γαλααδ |
2 ὀδόντες σου ὡς ἀγέλαι τω̃ν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ του̃ λουτρου̃ αἱ πα̃σαι διδυμεύουσαι καὶ ἀτεκνου̃σα οὐκ ἔστιν ἐν αὐται̃ς |
3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τη̃ς ῥόας μη̃λόν σου ἐκτὸς τη̃ς σιωπήσεώς σου |
4 ὡς πύργος Δαυιδ τράχηλός σου ὁ ὠ̨κοδομημένος εἰς θαλπιωθ χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν πα̃σαι βολίδες τω̃ν δυνατω̃ν |
5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις |
6 ἕως οὑ̃ διαπνεύση̨ ἡ ἡμέρα καὶ κινηθω̃σιν αἱ σκιαί πορεύσομαι ἐμαυτω̨̃ πρὸς τὸ ὄρος τη̃ς σμύρνης καὶ πρὸς τὸν βουνὸν του̃ Λιβάνου |
7 ὅλη καλὴ εἰ̃ ἡ πλησίον μου καὶ μω̃μος οὐκ ἔστιν ἐν σοί |
8 δευ̃ρο ἀπὸ Λιβάνου νύμφη δευ̃ρο ἀπὸ Λιβάνου ἐλεύση̨ καὶ διελεύση̨ ἀπὸ ἀρχη̃ς πίστεως ἀπὸ κεφαλη̃ς Σανιρ καὶ Ερμων ἀπὸ μανδρω̃ν λεόντων ἀπὸ ὀρέων παρδάλεων |
9 ἐκαρδίωσας ἡμα̃ς ἀδελφή μου νύμφη ἐκαρδίωσας ἡμα̃ς ἑνὶ ἀπὸ ὀφθαλμω̃ν σου ἐν μια̨̃ ἐνθέματι τραχήλων σου |
10 τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου νύμφη τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα |
11 κηρίον ἀποστάζουσιν χείλη σου νύμφη μέλι καὶ γάλα ὑπὸ τὴν γλω̃σσάν σου καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου |
12 κη̃πος κεκλεισμένος ἀδελφή μου νύμφη κη̃πος κεκλεισμένος πηγὴ ἐσφραγισμένη |
13 ἀποστολαί σου παράδεισος ῥοω̃ν μετὰ καρπου̃ ἀκροδρύων κύπροι μετὰ νάρδων |
14 νάρδος καὶ κρόκος κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων του̃ Λιβάνου σμύρνα αλωθ μετὰ πάντων πρώτων μύρων |
15 πηγὴ κήπων φρέαρ ὕδατος ζω̃ντος καὶ ῥοιζου̃ντος ἀπὸ του̃ Λιβάνου |
16 ἐξεγέρθητι βορρα̃ καὶ ἔρχου νότε διάπνευσον κη̃πόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου καταβήτω ἀδελφιδός μου εἰς κη̃πον αὐτου̃ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.