Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΣΜΑ, κεφαλίς 7

ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμι̃τις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τη̨̃ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τω̃ν παρεμβολω̃ν
τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρω̃ν σου ὅμοιοι ὁρμίσκοις ἔργω̨ χειρω̃ν τεχνίτου
ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρα̃μα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλω̃ν μυκτήρ σου ὡς πύργος του̃ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκου̃
κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλη̃ς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαι̃ς
τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαι̃ς σου
του̃το μέγεθός σου ὡμοιώθη τω̨̃ φοίνικι καὶ οἱ μαστοί σου τοι̃ς βότρυσιν
εἰ̃πα ἀναβήσομαι ἐν τω̨̃ φοίνικι κρατήσω τω̃ν ὕψεων αὐτου̃ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τη̃ς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μη̃λα
10 καὶ λάρυγξ σου ὡς οἰ̃νος ὁ ἀγαθὸς πορευόμενος τω̨̃ ἀδελφιδω̨̃ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδου̃σιν
11 ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτου̃
12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθω̃μεν ἐν κώμαις
13 ὀρθρίσωμεν εἰς ἀμπελω̃νας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκει̃ δώσω τοὺς μαστούς μου σοί
14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμω̃ν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι
Читать далее:ΑΣΜΑ, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).