1 καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὅρα τέκνον μισθὸν τω̨̃ ἀνθρώπω̨ τω̨̃ συνελθόντι σοι καὶ προσθει̃ναι αὐτω̨̃ δει̃ |
2 καὶ εἰ̃πεν αὐτω̨̃ πάτερ οὐ βλάπτομαι δοὺς αὐτω̨̃ τὸ ἥμισυ ὡ̃ν ἐνήνοχα |
3 ὅτι με ἀγείοχέν σοι ὑγιη̃ καὶ τὴν γυναι̃κά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν |
4 καὶ εἰ̃πεν ὁ πρεσβύτης δικαιου̃ται αὐτω̨̃ |
5 καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἰ̃πεν αὐτω̨̃ λαβὲ τὸ ἥμισυ πάντων ὡ̃ν ἐνηνόχατε |
6 τότε καλέσας τοὺς δύο κρυπτω̃ς εἰ̃πεν αὐτοι̃ς εὐλογει̃τε τὸν θεὸν καὶ αὐτω̨̃ ἐξομολογει̃σθε μεγαλωσύνην δίδοτε αὐτω̨̃ καὶ ἐξομολογει̃σθε ἐνώπιον πάντων τω̃ν ζώντων περὶ ὡ̃ν ἐποίησεν μεθ' ὑμω̃ν ἀγαθὸν τὸ εὐλογει̃ν τὸν θεὸν καὶ ὑψου̃ν τὸ ὄνομα αὐτου̃ τοὺς λόγους τω̃ν ἔργων του̃ θεου̃ ἐντίμως ὑποδεικνύοντες καὶ μὴ ὀκνει̃τε ἐξομολογει̃σθαι αὐτω̨̃ |
7 μυστήριον βασιλέως καλὸν κρύψαι τὰ δὲ ἔργα του̃ θεου̃ ἀνακαλύπτειν ἐνδόξως ἀγαθὸν ποιήσατε καὶ κακὸν οὐχ εὑρήσει ὑμα̃ς |
8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας καλὸν ποιη̃σαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον |
9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαριει̃ πα̃σαν ἁμαρτίαν οἱ ποιου̃ντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωη̃ς |
10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τη̃ς ἑαυτω̃ν ζωη̃ς |
11 οὐ μὴ κρύψω ἀφ' ὑμω̃ν πα̃ν ῥη̃μα εἴρηκα δή μυστήριον βασιλέως κρύψαι καλόν τὰ δὲ ἔργα του̃ θεου̃ ἀνακαλύπτειν ἐνδόξως |
12 καὶ νυ̃ν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τη̃ς προσευχη̃ς ὑμω̃ν ἐνώπιον του̃ ἁγίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως συμπαρήμην σοι |
13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστη̃ναι καὶ καταλιπει̃ν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλη̨ς τὸν νεκρόν οὐκ ἔλαθές με ἀγαθοποιω̃ν ἀλλὰ σὺν σοὶ ἤμην |
14 καὶ νυ̃ν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν |
15 ἐγώ εἰμι Ραφαηλ εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τω̃ν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τη̃ς δόξης του̃ ἁγίου |
16 καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον ὅτι ἐφοβήθησαν |
17 καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε εἰρήνη ὑμι̃ν ἔσται τὸν δὲ θεὸν εὐλογει̃τε εἰς τὸν αἰω̃να |
18 ὅτι οὐ τη̨̃ ἐμαυτου̃ χάριτι ἀλλὰ τη̨̃ θελήσει του̃ θεου̃ ἡμω̃ν ἠ̃λθον ὅθεν εὐλογει̃τε αὐτὸν εἰς τὸν αἰω̃να |
19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμι̃ν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμει̃ς ἐθεωρει̃τε |
20 καὶ νυ̃ν ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον |
21 καὶ ἀνέστησαν καὶ οὐκέτι εἰ̃δον αὐτόν |
22 καὶ ἐξωμολογου̃ντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ του̃ θεου̃ καὶ ὡς ὤφθη αὐτοι̃ς ὁ ἄγγελος κυρίου |