Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΤΩΒΊΤ, κεφαλίς 7

καὶ ἠ̃λθον εἰς 'Εκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ Σαρρα δὲ ὑπήντησεν αὐτοι̃ς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν
καὶ εἰ̃πεν Ραγουηλ Εδνα τη̨̃ γυναικὶ αὐτου̃ ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τω̨̃ ἀνεψιω̨̃ μου
καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ πόθεν ἐστέ ἀδελφοί καὶ εἰ̃παν αὐτω̨̃ ἐκ τω̃ν υἱω̃ν Νεφθαλι τω̃ν αἰχμαλώτων ἐν Νινευη
καὶ εἰ̃πεν αὐτοι̃ς γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμω̃ν οἱ δὲ εἰ̃παν γινώσκομεν
καὶ εἰ̃πεν αὐτοι̃ς ὑγιαίνει οἱ δὲ εἰ̃παν καὶ ζη̨̃ καὶ ὑγιαίνει καὶ εἰ̃πεν Τωβιας πατήρ μού ἐστιν
καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ ὁ του̃ καλου̃ καὶ ἀγαθου̃ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐλυπήθη καὶ ἔκλαυσεν
καὶ Εδνα ἡ γυνὴ αὐτου̃ καὶ Σαρρα ἡ θυγάτηρ αὐτου̃ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως
καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα
εἰ̃πεν δὲ Τωβιας τω̨̃ Ραφαηλ Αζαρια ἄδελφε λάλησον ὑπὲρ ὡ̃ν ἔλεγες ἐν τη̨̃ πορεία̨ καὶ τελεσθήτω τὸ πρα̃γμα
10 καὶ μετέδωκεν τὸν λόγον τω̨̃ Ραγουηλ καὶ εἰ̃πεν Ραγουηλ πρὸς Τωβιαν φάγε καὶ πίε καὶ ἡδέως γίνου σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβει̃ν πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν
11 ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν ἀπεθνή̨σκοσαν ὑπὸ τὴν νύκτα ἀλλὰ τὸ νυ̃ν ἔχων ἡδέως γίνου
12 καὶ εἰ̃πεν Τωβιας οὐ γεύσομαι οὐδὲν ὡ̃δε ἕως ἂν στήσητε καὶ σταθη̃τε πρός με καὶ εἰ̃πεν Ραγουηλ κομίζου αὐτὴν ἀπὸ του̃ νυ̃ν κατὰ τὴν κρίσιν σὺ δὲ ἀδελφὸς εἰ̃ αὐτη̃ς καὶ αὐτή σού ἐστιν ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμι̃ν τὰ κάλλιστα
13 καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτου̃ καὶ λαβὼν τη̃ς χειρὸς αὐτη̃ς παρέδωκεν αὐτὴν τω̨̃ Τωβια γυναι̃κα καὶ εἰ̃πεν ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου καὶ εὐλόγησεν αὐτούς
14 καὶ ἐκάλεσεν Εδναν τὴν γυναι̃κα αὐτου̃ καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν καὶ ἐσφραγίσαντο καὶ ἤρξαντο ἐσθίειν
15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναι̃κα αὐτου̃ καὶ εἰ̃πεν αὐτη̨̃ ἀδελφή ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν
16 καὶ ἐποίησεν ὡς εἰ̃πεν καὶ εἰσήγαγεν αὐτὴν ἐκει̃ καὶ ἔκλαυσεν καὶ ἀπεδέξατο τὰ δάκρυα τη̃ς θυγατρὸς αὐτη̃ς καὶ εἰ̃πεν αὐτη̨̃
17 θάρσει τέκνον ὁ κύριος του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς δώ̨η σοι χάριν ἀντὶ τη̃ς λύπης σου ταύτης θάρσει θύγατερ
Читать далее:ΤΩΒΊΤ, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).