1 εὐόδωσεν τὰ ἔργα αὐτω̃ν ἐν χειρὶ προφήτου ἁγίου |
2 διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς |
3 ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο |
4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε καὶ ἐδόθη αὐτοι̃ς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληρου̃ |
5 δι' ὡ̃ν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτω̃ν διὰ τούτων αὐτοὶ ἀπορου̃ντες εὐεργετήθησαν |
6 ἀντὶ μὲν πηγη̃ς ἀενάου ποταμου̃ αἵματι λυθρώδει ταραχθέντος |
7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοι̃ς δαψιλὲς ὕδωρ ἀνελπίστως |
8 δείξας διὰ του̃ τότε δίψους πω̃ς τοὺς ὑπεναντίους ἐκόλασας |
9 ὅτε γὰρ ἐπειράσθησαν καίπερ ἐν ἐλέει παιδευόμενοι ἔγνωσαν πω̃ς μετ' ὀργη̃ς κρινόμενοι ἀσεβει̃ς ἐβασανίζοντο |
10 τούτους μὲν γὰρ ὡς πατὴρ νουθετω̃ν ἐδοκίμασας ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας |
11 καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο |
12 διπλη̃ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημω̃ν τω̃ν παρελθόντων |
13 ὅτε γὰρ ἤκουσαν διὰ τω̃ν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς ἤ̨σθοντο του̃ κυρίου |
14 ὃν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπει̃πον χλευάζοντες ἐπὶ τέλει τω̃ν ἐκβάσεων ἐθαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες |
15 ἀντὶ δὲ λογισμω̃ν ἀσυνέτων ἀδικίας αὐτω̃ν ἐν οἱ̃ς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελη̃ ἐπαπέστειλας αὐτοι̃ς πλη̃θος ἀλόγων ζώ̨ων εἰς ἐκδίκησιν |
16 ἵνα γνω̃σιν ὅτι δι' ὡ̃ν τις ἁμαρτάνει διὰ τούτων κολάζεται |
17 οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοι̃ς πλη̃θος ἄρκων ἢ θρασει̃ς λέοντας |
18 ἢ νεοκτίστους θυμου̃ πλήρεις θη̃ρας ἀγνώστους ἤτοι πυρπνόον φυσω̃ντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνου̃ ἢ δεινοὺς ἀπ' ὀμμάτων σπινθη̃ρας ἀστράπτοντας |
19 ὡ̃ν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρι̃ψαι αὐτούς ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι |
20 καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσει̃ν ἐδύναντο ὑπὸ τη̃ς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου ἀλλὰ πάντα μέτρω̨ καὶ ἀριθμω̨̃ καὶ σταθμω̨̃ διέταξας |
21 τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται |
22 ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθου̃σα ἐπὶ γη̃ν |
23 ἐλεει̃ς δὲ πάντας ὅτι πάντα δύνασαι καὶ παρορα̨̃ς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν |
24 ἀγαπα̨̃ς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσση̨ ὡ̃ν ἐποίησας οὐδὲ γὰρ ἂν μισω̃ν τι κατεσκεύασας |
25 πω̃ς δὲ διέμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ κληθὲν ὑπὸ σου̃ διετηρήθη |
26 φείδη̨ δὲ πάντων ὅτι σά ἐστιν δέσποτα φιλόψυχε |