ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ,
κεφαλίς 13
1 μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἱ̃ς παρη̃ν θεου̃ ἀγνωσία καὶ ἐκ τω̃ν ὁρωμένων ἀγαθω̃ν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοι̃ς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην |
2 ἀλλ' ἢ πυ̃ρ ἢ πνευ̃μα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστη̃ρας οὐρανου̃ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν |
3 ὡ̃ν εἰ μὲν τη̨̃ καλλονη̨̃ τερπόμενοι ταυ̃τα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσω̨ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ του̃ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά |
4 εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες νοησάτωσαν ἀπ' αὐτω̃ν πόσω̨ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν |
5 ἐκ γὰρ μεγέθους καὶ καλλονη̃ς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτω̃ν θεωρει̃ται |
6 ἀλλ' ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη καὶ γὰρ αὐτοὶ τάχα πλανω̃νται θεὸν ζητου̃ντες καὶ θέλοντες εὑρει̃ν |
7 ἐν γὰρ τοι̃ς ἔργοις αὐτου̃ ἀναστρεφόμενοι διερευνω̃σιν καὶ πείθονται τη̨̃ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα |
8 πάλιν δ' οὐδ' αὐτοὶ συγγνωστοί |
9 εἰ γὰρ τοσου̃τον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασθαι τὸν αἰω̃να τὸν τούτων δεσπότην πω̃ς τάχιον οὐχ εὑ̃ρον |
10 ταλαίπωροι δὲ καὶ ἐν νεκροι̃ς αἱ ἐλπίδες αὐτω̃ν οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρω̃ν ἀνθρώπων χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζώ̨ων ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας |
11 εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθω̃ς πάντα τὸν φλοιὸν αὐτου̃ καὶ τεχνησάμενος εὐπρεπω̃ς κατεσκεύασεν χρήσιμον σκευ̃ος εἰς ὑπηρεσίαν ζωη̃ς |
12 τὰ δὲ ἀποβλήματα τη̃ς ἐργασίας εἰς ἑτοιμασίαν τροφη̃ς ἀναλώσας ἐνεπλήσθη |
13 τὸ δὲ ἐξ αὐτω̃ν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελεία̨ ἀργίας αὐτου̃ καὶ ἐμπειρία̨ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου |
14 ἢ ζώ̨ω̨ τινὶ εὐτελει̃ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτω̨ καὶ φύκει ἐρυθήνας χρόαν αὐτου̃ καὶ πα̃σαν κηλι̃δα τὴν ἐν αὐτω̨̃ καταχρίσας |
15 καὶ ποιήσας αὐτω̨̃ αὐτου̃ ἄξιον οἴκημα ἐν τοίχω̨ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρω̨ |
16 ἵνα μὲν οὐ̃ν μὴ καταπέση̨ προενόησεν αὐτου̃ εἰδὼς ὅτι ἀδυνατει̃ ἑαυτω̨̃ βοηθη̃σαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας |
17 περὶ δὲ κτημάτων καὶ γάμων αὐτου̃ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τω̨̃ ἀψύχω̨ προσλαλω̃ν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλει̃ται |
18 περὶ δὲ ζωη̃ς τὸ νεκρὸν ἀξιοι̃ περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρη̃σθαι δυνάμενον |
19 περὶ δὲ πορισμου̃ καὶ ἐργασίας καὶ χειρω̃ν ἐπιτυχίας τὸ ἀδρανέστατον ται̃ς χερσὶν εὐδράνειαν αἰτει̃ται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.